Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
jara | kísthos κίσθος |
Cistus villosus L. |
1.97 |
ϟζ (97)
περὶ κίσθου· κίσθος, ὃν ἔνιοι κίσσαρον ἢ κίσθαρον καλοῦσι, θάμνος ἐστὶν ἐν πετρώδεσι
τόποις φυόμενος, πολύκλαδος, φυλλώδης [1], οὐχ ὑψηλός, φύλλα ἔχων περιφερῆ, στρυ-
φνά, <μέλανα,> δασέα·ἄνθη ὥσπερ ῥοιᾶς [2], [3] ἐπὶ δὲ τοῦ θήλεος λευκά. δύναμιν δὲ ἔχει στυπτικὴν ὅθεν
τὰ ἄνθη <λεῖα> πινόμενα δὶς τῆς ἡμέρας ἐν [4] οἴνῳ αὐστηρῷ δυσεντερικοῖς ἁρμόζει [5]. καθ᾽ ἑαυτὰ δὲ καταπλασ-
θέντα νομὰς ἐφίστησι, σὺν κηρωτῇ δὲ πυρίκαυτα καὶ παλαιὰ ἕλκη ἰᾶται.