Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
siempreviva arbórea | aeízōon méga ἀείζῳον μέγα |
Sempervivum arboreum L. |
4.88 |
fol. fol.
φξ (560)
Texto provisional
<περὶ ἀειζώου· ἀ>είζῳον μέγα· [οἱ δὲ ἀειθαλές [1], οἱ δὲ ἀμβρό-
σιον, οἱ δὲ χρυσίσπερμον, οἱ δὲ ζῳόφθαλμον, οἱ δὲ βούφθαλμον, οἱ δὲ στέργηθρον, οἱ δὲ αἰώνιον, οἱ δὲ ζῳόφυτον, οἱ δὲ ἀείχρυσον, οἱ δὲ μελίχρυσον, οἱ δὲ ὁλόχρυσον, οἱ δὲ χρυσάνθεμον, οἱ δὲ πρωτόγονον, οἱ δὲ βόρειος, οἱ δὲ νότιος, οἱ δὲ βηρύλλιος, προφῆται [λέγουσιν] παρωνυχία, οἱ δὲ χρυσῖτις, Ῥωμαῖοι κεριακούσια, οἱ δὲ Ἰόβις ὄκουλους, οἱ δὲ δίγιτους, οἱ δὲ σέδουμ μουρ<άλε>, Αἰγύπτιοι παμφανής.] ὠνόμασται διὰ τὸ ἀειθαλὲς τῶν φύλλων, οἱ δὲ βούφθαλμον, οἱ δὲ ζῳόφθαλμον, οἱ δὲ στέργηθρον, οἱ δὲ ἀμβροσίαν καλοῦσιν. ἀνίησι καυλοὺς πηχυαίους ἢ καὶ μείζονας, πάχος δακτύλου μεγάλου, λιπαρούς, εὐθαλεῖς, ἐντομὰς ἔχοντας ὥσπερ τοῦ χαρακίου τιθυμάλλου· φύλλα δὲ λιπαρά, μέγεθος δακτύλου μεγάλου, γλωττοειδῆ κατὰ τὸ ἄκρον· καὶ τὰ μὲν κατωτέρω τῶν φύλλων ὑπτιούμενα, τὰ δὲ κατὰ τὴν κεφαλὴν προσεσταλμένα ἐπ᾽ ἄλληλα, κύκλον ὀφθαλμοειδῆ περιγράφοντα. φύεται δὲ ἐν τόποις ὀρεινοῖς καὶ ἐν ὀστράκοις· ἔνιοι φυτεύουσιν αὐτὸ ἐπὶ τῶν οἰκημάτων. {2} δύναμιν δὲ ἔχει ψυκτικήν, στύφουσαν, ποιοῦσαν πρὸς ἐρυσιπέλατα, ἕρπητας, νομάς, ὀφθαλμῶν φλεγμονάς, πυρίκαυτα, ποδάγρας καταπλασσόμενα τὰ φύλλα καθ᾽ ἑαυτά τε καὶ μετὰ ἀλφίτων. ὁ δὲ χυλὸς μετὰ ῥοδίνου πρὸς κεφαλαλγίας ἐμβρέχεται καὶ φαλαγγιοδήκτοις ἐν ποτῷ δίδοται καὶ διαρροιζομένοις καὶ δυσεντερικοῖς, στρογγύλας τε ἕλμεις ἐκτινάσσει σὺν οἴνῳ ποθείς· ἵστησι καὶ ῥοῦν γυναικεῖον ἐν προσθέτῳ. ἐγχρίεται δὲ ὁ χυλὸς καὶ ἐπὶ τῶν
fol. fol.
ὀφθαλμιώντων ὠφελίμως.