Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
dryopterís gr. | dryopterís δρυοπτερίς |
Gymnocarpium dryopteris (L.) Newman |
4.187 |
χξ (660)
Texto provisional
δρυοπτερίς· [οἱ δὲ πτέριον, οἱ δὲ νυμφαία πτέρις, Ῥωμαῖοι φιλίκλαμ.] φύεται κατὰ τὰ βρυώδη μέρη τῶν παλαιῶν δρυῶν, ὁμοία πτέριδι, ἐλάττων δὲ πολλῷ καὶ τῇ σχίσει <λεπτή>· ῥίζας δ᾽ ἔχει κατ᾽ ἐπιπλοκὴν δασείας, στρυφνὰς κατὰ τὴν γεῦσιν ἐν τῷ γλυκεῖ. τοῦτο ἐπιπασθὲν λεῖον σὺν ταῖς ῥίζαις τρίχας ψιλοῖ· δεῖ δὲ ἀποψᾶν τὸ πρῶτον μετὰ τὸ ἰκμάσαι τὸν χρῶτα καὶ νεαρὸν ἐπιπάττειν.