Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
estrella de arroyos | tripólion τριπόλιον |
Aster tripolium L. |
4.132 |
χϚ (606)
Texto provisional
τριπόλιον· [οἱ δὲ ψυχήν, οἱ δὲ μηρίς, οἱ δὲ ποταμογείτων, οἱ δὲ σταχυῖτις, Ῥωμαῖοι τριφόλλιουμ μάϊους.] φύεται ἐν παραθαλασσίοις τόποις, οὓς ἐπικλύζει ἡ θάλασσα καὶ ὑποχωρεῖ· οὔτε δὲ ἐν ξηρῷ οὔτε ἐν θαλάσσῃ. φύλλα δὲ ἔχει ἰσάτει παραπλήσια, παχύτερα δέ, καυλὸν σπιθαμιαῖον, ἄνωθεν ἐσχισμένον. ταύτης ἱστορεῖται τὸ ἄνθος τρὶς τῆς ἡμέρας μεταβάλλειν τὸ χρῶμα, πρωῒ μὲν λευκόν, κατὰ δὲ μεσημβρίαν πορφυρίζον, ὀψὲ δὲ φοινικοῦν· ῥίζα λευκή, εὐώδης, θερμαντικὴ γευομένῳ, ἥτις πινομένη ἐν οἴνῳ δραχμῶν δυεῖν πλῆθος κατὰ κοιλίαν ὕδωρ ἄγει καὶ οὖρα· τέμνεται δὲ καὶ εἰς ἀλεξιφάρμακα.