Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
dragontea mayor | drakontía hetéra (drakóntion) δρακοντία ἑτέρα (δρακόντιον) |
Dracunculus vulgaris Schott |
2.166 |
Texto provisional
δρακόντιον φύλλα ἔχει κισσοειδῆ, μεγάλα, σπίλους ἔχοντα λευκούς, καυλὸν δὲ ὀρθόν, δίπηχυν, ποικίλον, ὀφιοειδῆ, διαπόρφυρον τοῖς σπίλοις, βακτηρίας τὸ πάχος· καρπὸς δὲ ἐπ᾽ ἄκρου βοτρυοειδής, χρώματι τὸ μὲν πρῶτον χλοώδης, πεπανθεὶς δὲ κροκίζων, ἐπιδάκνων τὴν γεῦσιν, ῥίζα ποσῶς στρογγύλη, βολβοειδής, ὁμοία ἄρῳ, φλοιὸν ἔχουσα λεπτόν. φύεται ἐν συσκίοις <τόποις> περὶ φραγμοὺς καὶ αἱμασιάς. δύναμιν δὲ ἔχει ὁ καρπὸς χυλισθεὶς καὶ ἐγχυματισθεὶς μετ᾽ ἐλαίου εἰς τὸ οὖς ὠταλγίαν παύειν, εἰς δὲ τὰς ῥῖνας ἐντιθέμενος ἐν ἐρίῳ πώλυπας δαπανᾶν, καταχριόμενος δὲ στέλλειν καὶ καρκινώματα. {2} ποθέντες δὲ ὅσον τριάκοντα κόκκοι μετ᾽ ὀξυκράτου ἐξαμβλώσκουσι, καὶ τὴν ὀσμὴν δέ φασι κατὰ τὸν μαρασμὸν τῆς ἀνθήσεως τῶν ἄρτι συνειλημμένων ἐμβρύων φθόριον εἶναι. ἡ δὲ ῥίζα θερμαντικὴ οὖσα βοηθεῖ ὀρθοπνοίαις, ῥήγμασι, σπάσμασι, βηξί, κατάρρῳ, καὶ τὰ ἐν θώρακι ὑγρὰ εὐανάγωγα ποιεῖ, ἑφθή τε καὶ ὠμὴ μετὰ μέλιτος καὶ καθ᾽ ἑαυτὴν βιβρωσκομένη·ξηρὰ δὲ λεία σὺν μέλιτι ἐκλείχεται. {3} ἔστι δὲ οὐρητική, ὁρμάς τε πρὸς συνουσίας ἐγείρει πινομένη μετ᾽ οἴνου καὶ ἕλκη κακοήθη καὶ φαγεδαινικὰ μετὰ βρυωνίας λευκῆς σὺν μέλιτι λεανθεῖσα ἀνακαθαίρει καὶ ἀπουλοῖ, καὶ κολλύρια δὲ ἐξ αὐτῆς ἀναπλάσσεται πρὸς σύριγγας καὶ ἐμβρύων κομιδήν. φασὶ δὲ ὅτι, καὶ εἰ διατρίψει<έ> τις τῇ ῥίζῃ τὰς χεῖρας, ἀπὸ ἐχίδνης ἄδηκτος μένει· ἀποκαθαίρει δὲ καὶ ἀλφοὺς σὺν ὄξει καταχρισθεῖσα. τὰ δὲ φύλλα λεῖα ἐπὶ τῶν νεοτρώτων ἀντὶ μότων ἐπιτιθέμενα ἁρμόζει, καὶ πρὸς χιμέτλαν ἑψηθέντα ἐν οἴνῳ καὶ ἐπιτεθέντα, τυρός τε ἐνειλούμενος τοῖς φύλλοις ἄσηπτος διαμένει. {4} ὁ δὲ χυλὸς τῆς ῥίζης ἁρμόζει πρὸς νεφέλια καὶ λευκώματα καὶ ἀχλῦς. λαχανεύεται δὲ ἡ ῥίζα καὶ πρὸς τὴν ἐν ὑγιείᾳ χρῆσιν ἑφθή τε καὶ ὠμὴ ἐσθιομένη. οἱ δὲ ἐν ταῖς Γυμνητίσι νήσοις, καλουμέναις δὲ Βαλιαρίσιν, ἑφθὴν τὴν ῥίζαν μειγνύντες μέλιτι πολλῷ ἀντὶ πλακούντων ἐν τοῖς συνδείπνοις παρατιθέασιν. ἀποτίθεσθαι δὲ δεῖ τὴν ῥίζαν ἐν πυραμητῷ ὀρύξαντας καὶ πλύναντας καὶ κατατεμόντας ἐνείραντάς τε λίνῳ καὶ ξηράναντας ἐν σκιᾷ.