Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
nardo montano | nárdos, oreinē νάρδος, ὀρεινὴ |
Valeriana tuberosa L. |
1.9 |
θ (9)
περὶ ὀρεινῆς νάρδου· ἡ δὲ ὀρεινὴ νάρδος, καλουμένη δὲ ὑπό τινων καὶ θυλακῖτις
καὶ νῖρις [1], γεννᾶται ἐν κιλικίᾳ καὶ συρίᾳ, <καὶ> φύλλα καὶ καυλοὺς ὅμοια ἠρυγγίῳ ἔ-
χουσα, μικρότερα μέν, οὐ μὴν τραχέα καὶ ἀκανθώδη. ῥίζαι δὲ ὕπεισι μέλαιναι,
εὐώδεις, δύο ἢ καὶ πλείους ὥσπερ ἀσφοδέλου, ἰσχνότεραι <δὲ> καὶ μικρότεραι πολλῷ·
οὔτε δὲ [καυλὸν οὔτε] καρπὸν οὔτε ἄνθος φέρει. ποιεῖ δὲ ἡ ῥίζα πρὸς ὅσα καὶ ἡ
κελτικὴ νάρδος.