Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
betónica | késtron κέστρον |
Stachys officinalis L. |
4.1 |
fol. fol.
υογ (473)
Texto provisional
Πεδακίου Διοσκορίδου Ἀναζαρβέως Περὶ ὕλης ἰατρικῆς, λόγ<ος> δ̅
Ἐν τοῖς πρὸ τούτου βιβλίοις τρισί, φίλτατε Ἄρειε, παραδόντες περὶ ἀρωμάτων καὶ ἐλαίων
καὶ μύρων καὶ δένδρων καὶ ζῴων καὶ σιτηρῶν καὶ λαχάνων καὶ ῥιζῶν καὶ χυλισμάτων
καὶ βοτανῶν καὶ σπερμάτων, ἐν τούτῳ τετάρτῳ ὄντι περὶ τῶν λειπομένων βοτανῶν τε καὶ ῥι-
ζῶν διαλεξόμεθα. <περὶ κέστρου·> κέστρον τὸ καλούμενον ψυχρότροφον, ἐπειδὴ ἐν τοῖς ψυχροτά-
τοις εὑρίσκεται τόποις, ὃ Ῥωμαῖοι βεττονίκην ἢ ῥουσμαρίναν καλοῦσι. πόα ἐστὶ καυλὸν
ἔχουσα λεπτόν, πήχεως τὸ ὕψος ἢ καὶ μείζονα, τετράγωνον, φύλλα μακρά, μαλακά, ὅμοια δρυΐ,
fol. fol.
τὴν περιφέρειαν ἐσχισμένα, εὐώδη, μείζονα δὲ τὰ πρὸς τῇ ῥίζῃ· ἐπ᾽ ἄκρῳ δὲ τῷ καυλῷ ἔπεστι τὸ σπέρμα ἐσταχυωμένον ὥσπερ θύμβρας. ταύτης τὰ φύλλα χρὴ συλλεγόμενα ξηραίνειν, ὧν ἐστι καὶ ἡ πλείων χρῆσις. {2} ῥίζαι δὲ ὕπεισι λεπταὶ ὡς ἐλλεβόρου, αἵτινες ἔμετον φλεγματώδη κινοῦσι μεθ᾽ ὑδρομέλιτος πινόμεναι. τῶν δὲ φύλλων δίδοται πρὸς σπάσματα <καὶ> ῥήγματα καὶ πρὸς τὰς ἐν ὑστέρᾳ διαθέσεις καὶ πνίγας ὑστερικὰς δραχμῆς μιᾶς ὁλκὴ μεθ᾽ ὑδρομέλιτος ἢ ὕδατος, θηριοδήκτοις δὲ ὁλκαὶ τρεῖς μετ᾽ οἴνου κοτυλῶν δυεῖν. καταπλασσομένη δὲ ἡ πόα ὠφελεῖ τοὺς θηριοδήκτους, καὶ πρὸς τὰ θανάσιμα ὁλκὴ μετ᾽ οἴνου ποθεῖσα ἁρμόζει· ἐὰν δέ τις προπίῃ, οὐδὲν βλαβήσεται λαβὼν θανάσιμον φάρμακον. {3} ἔστι δὲ καὶ οὐρητικὴ κοιλίας τε ὑποβιβαστική· θεραπεύει δὲ καὶ ἐπιλήπτους καὶ μαινομένους μεθ᾽ ὕδατος πινομένη καὶ ἡπατικοὺς, σπληνικούς τε μετ᾽ ὄξους καὶ μέλιτος ὁλκὴ δραχμῆς μιᾶς. ποιεῖ δὲ καὶ πέψιν, ἐάν τις μετὰ τὸ δεῖπνον καταπίνῃ κυάμου μέγεθος μετὰ μέλιτος ἑφθοῦ, ὁμοίως καὶ ὀξυρεγμιῶσι δίδοται, στομαχικοῖς τε διαμασᾶσθαι καὶ καταπίνειν, εἶτ᾽ ἐπιρροφεῖν οἶνον κεκραμένον. {4} δίδοται καὶ αἱμοπτυϊκοῖς ὁλκὴ τριωβόλου μετὰ κράματος κυάθου ἑνὸς γαλακτώδους, ἰσχιαδικοῖς τε μεθ᾽ ὕδατος καὶ νεφριτικοῖς καὶ κύστιν ἀλγοῦσιν, ὑδρωπικοῖς τε δραχμῶν δυεῖν <ὁλκὴ> μεθ᾽ ὑδρομέλιτος πυρέσσουσιν, ἀπυρέτοις δὲ σὺν οἰνομέλιτι, ἰκτεριῶντάς τε καθίστησι καὶ καταμήνια ἄγει ὁλκὴ μία πινομένη μετ᾽ οἴνου. κοιλίαν δὲ δραχμαὶ τέσσαρες ποθεῖσαι καθαίρουσι μεθ᾽ ὑδρομέλιτος κυάθων δέκα· ποιεῖ καὶ πρὸς φθισικούς, ἐμπυϊκοὺς μετὰ μέλιτος. ἀποτίθεσθαι δὲ δεῖ τὰ φύλλα ξηρὰ λεῖα ἐν κεραμεῷ ἀγγείῳ.