Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
mijo de sol | lithóspermon λιθόσπερμον |
Lithospermum officinale L. |
3.141 |
fol. fol.
υνζ (457)
Texto provisional
<περὶ λιθοσπέρμου·>
λιθόσπερμον· οἱ δὲ ἀετώνυχον, [οἱ δὲ λεόντιον, οἱ δὲ λίθος λεοντική, οἱ δὲ Γοργόνειον, οἱ δὲ Τανταλῖτις,] οἱ δὲ Διὸς πυρόν, [Ῥωμαῖοι κολουμβ<ίν>αμ, Δάκοι γουολῆτα.] οἱ δὲ Ἡρακλείαν διὰ τὴν περὶ τὸ σπέρμα ἰσχὺν καλοῦσι. φύλλα ἔχει ὅμοια ἐλαίας, μακρότερα δὲ καὶ πλατύτερα καὶ μαλακώτερα καὶ τὰ περὶ τὸν πυθμένα ἐπὶ γῆς κείμενα, κλωνία δὲ ὀρθά, λεπτά, πάχος ὀξυσχοίνου, στερεά, ξυλώδη, ἐπὶ δὲ τῶν ἄκρων αὐτῶν δίχηλος ἔκφυσις καυλοειδής, ἔχουσα
fol. fol.
φύλλα μικρά, παρ᾽ οἷς σπέρμα λιθῶδες, στρογγύλον, λευκόν, ὀρόβῳ μικρῷ ἴσον· φύεται ἐν τραχέσι τόποις καὶ ὑψηλοῖς. δύναμιν δὲ ἔχει τὸ σπέρμα μετ᾽ οἴνου λευκοῦ πινόμενον λίθους θρύπτειν καὶ οὖρα ἄγειν.