Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
árbol de incienso | líbanos λίβανος |
Boswellia carterii Birdw. |
1.68 |
fol. fol.
ξη (68)
περὶ λιβάνου· λίβανος γεννᾶται μὲν ἐν ἀραβίᾳ τῇ λιβανοφόρῳ [1] καλουμένῃ,
πρωτεύει δὲ ὁ ἄ<ρ>ρην, καλούμενος σταγονίας, στρογγύλος φυσικῶς· ἔστι δὲ ὁ τοιοῦτος ἄτομος
λευκός τε καὶ θλασθεὶς ἔνδοθεν λιπαρὸς ἐπιθυμιαθείς τε ταχέως ἐκκαιόμενος. ὁ δὲ
ἰνδικὸς ὑπόκιρρός τέ ἐστι καὶ πελιὸς τῇ χρόᾳ, γίνεται δὲ <καὶ> κατὰ τὴν ἐπιτήδευσιν στρογγύλος·
τέμνοντες γὰρ αὐτὸν εἰς τετράγωνα σχήματα καὶ βάλλοντες εἰς κεράμια κυλέουσιν [2], ἕως ἂν
ἀπολάυοι [3] τὸ στρογγύλον σχῆμα· χρόνῳ δὲ ὁ τοιοῦτος ξανθοῦται, [ἄτομος ἢ] σύαγρος [4] καλού-
μενος. δευτερεύει δὲ ὁ ἀραβίας [5] καὶ ὁ ἐν σμίλῳ, ὃν ἔνιοι κοπίσκον καλοῦσι, μικρότερον καὶ
κιρρότερον ὄντα. {2} λέγεται δέ τις καὶ ἀμωμίτης, ἄλλως μὲν λευκός, ἐν δὲ τῷ μαλάσσεσθαι ἐν-
fol. fol.
[ἐν]διδοὺς ὡς μαστίχη. δολοῦται δὲ πᾶς λίβανος τῇ πιτυίνῃ ῥητίνῃ μεθοδευόμενος [6]
καὶ κόμμ<ε>ι. εὐχερὴς δὲ ἡ διάγνωσις· τὸ μὲν γὰρ κόμμι οὐκ ἐκφλογοῦται θυμιώμενον,
ἡ δὲ ῥητίνη εἰς καπνὸν ἐκτυφοῦται, ὁ δὲ [7] λίβανος [8] ἐξάπτεται· δηλοῖ δὲ καὶ ἡ ὀσμὴ
τὸ τοιοῦτο[ν]. δύναται δὲ θερμαίνειν, στύφειν, ἀποκαθαίρειν τὰ ἐπισκοτοῦντα ταῖς
κόραις καὶ τὰ κοῖλα τῶν ἑλκῶν πληροῦν καὶ ἀπουλοῦν <καὶ> κολλᾶν τὰ ἔναιμα τραύ-
ματα, αἱμορραγίαν τε πᾶσαν καὶ τὴν ἐκ μηνίγγων ἐπέχειν. παρηγορεῖ καὶ τὰ περὶ δα-
κτύλιον καὶ τὰ λοιπὰ μέρη κακοήθη <ἕλκη> ἔμμοτος λεῖος [πινόμενος] σὺν γάλακτι, καὶ τὰς ἐν
ἀρχῇ μυρμηκίας καὶ λειχῆνας σὺν ὄξει καὶ πίσσῃ καταχριόμενος αἴρει. {3} καὶ τὰ πυρίκαυτα δὲ
[ἕλκη] καὶ χύμεθλα [9] <ἰᾶται> σὺν στέατι χοιρείῳ ἢ χηνείῳ, ἀχῶρας δὲ σὺν νίτρῳ σμώμενος
ἰᾶται, παρωνυχίας τε σὺν μέλιτι <καὶ> ὤτων θλάσεις σὺν πίσσῃ· πρὸς δὲ τὰ λοιπὰ
ἀλγήματα τῶν ὤτων σὺν οἴνῳ γλυκεῖ ἐγχεόμενος, μαστούς τε τοὺς ἀπὸ τοκετῶν φλεγ-
μαίνοντας σὺν κιμωλίᾳ καὶ ῥοδίνῳ καταχριόμενος ὠφελεῖ. μίγνυται δὲ καὶ τοῖς πρὸς
ἀρτηρίαν ὠφελίμως καὶ τοῖς σπλαγχνικοῖς φαρμάκοις, αἱμοπτυικούς τε ὠφελεῖ
πινόμενος. μανιώδης δέ ἐστι πινόμενος ἐπὶ [10] τῶν ὑγιαινόντων· πλείων δὲ μετ᾽ οἴνου
ποθεὶς καὶ κτείνει. {4} καίεται δὲ λίβανος ἐπ᾽ ὀστράκου καθαροῦ τεθεὶς ὑφαπτόμενός τε
χόνδρῳ ἀναφθέντι ἀπὸ [11] λύχνου, ἄχρις [12] ἂν ἐκκαῇ. δεῖ δὲ μετὰ τὴν τελείαν καῦσιν πω-
μα<τί>ζειν <τινί>, ἄχρις [13] ἂν <οὗ> σβεσθῇ· οὕτω<ς> γὰρ οὐκ ἐκτεφροῦται. ἔνιοι δὲ <καὶ> περιτιθέασι τῷ λοπαδίῳ
ἀγγεῖον χαλκοῦν κοῖλον, κατὰ μέσον τετρημένον [14] , εἰς ἔκλημψιν τῆς λιγνύος, ὡς ὑπο-
δείξομεν ἐν τῷ περὶ αἰθάλης λιβάνου λόγῳ. οἱ δὲ εἰς ὠμὴν χύτραν βαλόντες καὶ περι-
πλάσοντες [15] πηλῷ καίουσιν ἐν καμίνῳ. φώγνυται δὲ ἐπ᾽ ὀστράκου καινοῦ καὶ ἀνθρά-
κων διαπύρων, ἕως ἄν [16] μηκέτι πομφολυγίζῃ μηδὲ λιπαρίαν τινὰ ἢ ἀτμίδα ἀνιῇ.
θρύπτεται δὲ εὐχερῶς [μὴ] κατακεκαυμένος.