Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
pimentero | péperi πέπερι |
Piper nigrum L. |
2.159 |
fol. fol.
σπη (288)
Texto provisional
περὶ πεπέρεως· πέπερι δένδρον ἱστορεῖται
fol. fol.
φυόμενον ἐν Ἰνδίᾳ, καρπὸν δὲ ἀνίησι κατ᾽ ἀρχὰς μὲν προμήκη καθάπερ λοβούς, ὅπερ ἐστὶ <τὸ> μακρὸν πέπερι, ἔχον τὸ ἐντὸς κέγχρῳ παραπλήσιον, τὸ μέλλον ἔσεσθαι τέλειον πέπερι, ὅπερ κατὰ τοὺς οἰκείους ἀναπλούμενον χρόνους βότρυας ἀνίησι, κόκκους φέροντας οἷον ἐρρυσωμένους, τοὺς δὲ καὶ ὀμφακώδεις, οἵτινές εἰσι τὸ λευκὸν πέπερι, εὐτεθοῦν μάλιστα εἰς τὰ ὀφθαλμικὰ καὶ ἀντιδότους καὶ θηριακὰς δυνάμεις. {2} ἔστι δὲ τὸ μὲν μακρὸν διὰ τὸ ἄωρον ἐπιτηδειότερον εἰς τὰς ἀντιδότους καὶ θηριακὰς <δυνάμεις>, τὸ δὲ μέλαν δριμύτερον τοῦ λευκοῦ καὶ εὐστομώτερον καὶ μᾶλλον ἀρωματίζον διὰ τὸ εἶναι ὥριμον, εὐχρηστότερόν τε εἰς τὰς ἀρτύσεις, τὸ δὲ λευκὸν ὀμφακίζον, ἀσθενέστερον τῶν προειρημένων. ἐκλέγου δὲ τὸ βαρύτατον καὶ πλῆρες, μέλαν, μὴ σφόδρα ῥυσόν, πρόσφατον καὶ μὴ πιτυρῶδες. εὑρίσκεται δέ τι ἐν τῷ μέλανι ἄτροφον, κενὸν καὶ κοῦφον, ὃ καλεῖται βρέγμα. {3} δύναμιν δὲ ἔχει κοινῶς θερμαντικήν, πεπτικήν, οὐρητικήν, ἐπισπαστικήν, διαφορητικήν, σμηκτικὴν τῶν ταῖς κόραις ἐπισκοτούντων· ἁρμόζει καὶ ῥίγεσι περιοδικοῖς πινόμενον καὶ συγχριόμενον, καὶ θηριοδήκτοις ἀρήγει, ἄγει καὶ ἔμβρυα. ἀτόκιον δὲ εἶναι δοκεῖ μετὰ συνουσίαν προστιθέμενον, βηξί τε καὶ πᾶσι τοῖς περὶ θώρακα πάθεσιν ἁρμόζει, ἔν τε ἐκλεικτοῖς καὶ ποτήμασι λαμβανόμενον, καὶ συνάγχαις ἁρμόζει διαχριόμενον σὺν μέλιτι, καὶ στρόφους λύει πινόμενον μετὰ δάφνης φύλλων ἁπαλῶν. ἀποφλεγματίζει δὲ σὺν σταφίδι διαμασηθέν, ἀνώδυνόν τέ ἐστι καὶ ὑγιεινόν, καὶ ὄρεξιν κινεῖ καὶ πέψει συνεργεῖ μειγνύμενον ἐμβάμμασιν. {4} ἀναλημφθὲν δὲ πίσσῃ χοιράδας διαφορεῖ, σμήχει δὲ ἀλφοὺς σὺν νίτρῳ. φώγνυται δὲ ἐν ὀστράκῳ καινῷ ἐπ᾽ ἀνθράκων κινούμενον ὡς φακοί. ἡ δὲ ῥίζα αὐτοῦ οὐκ ἔστι ζιγγίβερι, καθάπερ ἔνιοι ὑπέλαβον, ὡς αὐτίκα δηλώσομεν. ἔοικε μέντοι κόστῳ ἡ τοῦ πεπέρεως ῥίζα, θερμαίνουσα τὴν γεῦσιν καὶ ὑγρὰ ἐκκαλουμένη, ταπεινοῖ δὲ σπλῆνα σὺν ὄξει καταπλασσομένη καὶ πινομένη· ἀποφλεγματίζει δὲ μετὰ σταφίδος ἀγρίας μασηθεῖσα.