Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
asfalto | ásphaltos ἄσφαλτος |
- | 1.73 |
fol. fol.
ογ (73)
περὶ ἀσφάλτου· ἄσφαλ-
τος διαφέρει ἡ Ἰουδαικὴ τῆς λοιπῆς. ἔστι δὲ καλὴ ἡ πορφυροειδῶς στίλβουσα, εὔτονος τῇ
fol. fol.
ὀσμῇ καὶ βαρεῖα, ἡ δὲ μέλαινα καὶ ῥυπώδης φαύλη· δολοῦται γὰρ πίσσης μιγνυμένης.
γεννᾶται δὲ καὶ ἐν φοινίκῃ καὶ ἐν σιδῶνι καὶ ἐν βαβυλῶνι καὶ ἐν ζακύνθῳ· γίνεται δὲ καὶ
κατὰ τὴν ἀκραγαντίνων χώρων τῆς σικελίας ὑγρὸν ἐπινηχόμενον ταῖς κρήναις, ᾧ χρῶνται εἰς
τοὺς λύχνους ἀντὶ ἐλαίου, καλοῦντες αὐτὸ σικελὸν ἔλαιον πλανώμενοι· ἔστι γὰρ ἀσφάλτου
ὑγρᾶς εἶδος.