Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
alhelí | leukóïon λευκόϊον |
Mathiola incana R. Br. |
3.123 |
υλθ (439)
Texto provisional
λευκόϊον [οἱ δὲ βασίλειον, Ῥωμαῖοι ὄπουλα ἄλβα, οἱ δὲ βίολα ἄλβα, οἱ δὲ αὐγουστέα, οἱ δὲ βίολα<μ> ματρωνάλε<μ>, οἱ δὲ πασσαρίνα, οἱ δὲ πουλλικρούρα.]. ἔστι δ᾽ αὐτοῦ διαφορὰ ἐν τῷ ἄνθει· ἢ γὰρ λευκὸν ἢ μήλινον ἢ πορφυροῦν εὑρίσκεται. εὔχρηστον δὲ πρὸς τὴν ἐν ἰατρικῇ χρῆσιν τὸ μήλινον, οὗ τὰ ἄνθη ξηρὰ ἀποζεσθέντα εἰς ἐγκαθίσματα ποιεῖ πρὸς τὰς περὶ ὑστέραν φλεγμονὰς καὶ ἀγωγὰς ἐμμήνων· ἀναλημφθέντα δὲ κηρωτῇ ῥαγάδας τὰς ἐν δακτυλίῳ θεραπεύει, σὺν μέλιτι δὲ ἄφθας. ὁ δὲ καρπὸς αὐτοῦ ποθεὶς ἐν οἴνῳ δραχμῶν δυεῖν πλῆθος ἢ προστεθεὶς σὺν μέλιτι ἔμμηνα καὶ ἔμβρυα ἄγει. αἱ δὲ ῥίζαι καταπλασθεῖσαι σὺν ὄξει στέλλουσι σπλῆνα καὶ ποδαγρικοὺς ὠφελοῦσιν.