Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
adarce | adárkē ἀδάρκη |
- | 5.119 |
ψπθ (789)
Texto provisional
ὁ δὲ προσαγορευόμενος ἀδάρκης γίνεται μὲν ἐν Γαλατίᾳ, ἔστι δὲ ὥσπερ ἐπίπαγός τις ὑφαλμυρίζων, καθ᾽ ὑγρῶν καὶ τελματωδῶν τόπων ἐν ξηρασίᾳ ἐπιγινόμενος καὶ περιπηγνύμενος καλαμίοις καὶ χορταρίοις. ἔοικε δὲ τὴν χρόαν ἄνθει Ἀσσίου λίθου, τῷ δὲ ὅλῳ τύπῳ ἀλκυονίῳ τῷ μαλακῷ καὶ πολυκένῳ, καὶ ἔστιν οἱονεὶ λιμναῖον ἀλκυόνιον. εὐθετεῖ δὲ πρὸς ἐκδορὰν λεπρῶν καὶ ἐφηλίδων καὶ λειχήνων καὶ φακῶν καὶ τῶν ὁμοίων. καθόλου δέ ἐστι δριμύ, μετασυγκριτικόν, ὠφελοῦν καὶ ἰσχιάδας.