Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
beleño | hyoskýamos ὑοσκύαμος |
Hyosciamus sp. |
4.68 |
fol. fol.
φμ (540)
Texto provisional
<περὶ ὑοσκυάμου· ὑ>οσκύαμος, [οἱ δὲ Διὸς κύαμος, οἱ δὲ
Πυθώνιον, οἱ δὲ ἀδάμας, οἱ δὲ ἀδαμ<άντ>ινον, οἱ δὲ ὑπνωτικόν, οἱ δὲ ἐμμανές, οἱ δὲ ἀταῖος, οἱ δὲ ..., Δημ<όκριτος> θριάμβιον, Πυθαγόρας προφήτης, Ὀσθάνης ζελέων, Ζωροάστρης Τυφώνιον, Ῥωμαῖοι ἰνσάνα, οἱ δὲ δεντάρια, οἱ δὲ Ἀπολλινάρις, προφῆται ῥᾶ Ποντική, οἱ δὲ λύπημα, Αἰγύπτιοι σαφθώ, Θοῦσκοι φαβουλώνιαμ, οἱ δὲ συμφωνίακαμ, Γάλλοι βελενούντιαμ, Δάκοι διέλλειναν.]· θάμνος ἐστὶ καυλοὺς ἀνιεὶς παχεῖς, φύλλα πλατέα, ἐπιμήκη, ἐσχισμένα, μέλανα, δασέα· παρὰ δὲ τὸν καυλὸν ἐφεξῆς πεφύκασιν ὥσπερ ῥοᾶς κύτινοι πεφραγμένοι ἀσπιδίσκῃ, μεστοὶ σπέρματος ὥσπερ μήκωνος. ἔστι δὲ αὐτοῦ διαφορὰ τρισσή· ὁ μὲν γὰρ ἄνθη ὑποπόρφυρα φέρει, φύλλα μίλακι ὅμοια, σπέρμα μέλαν καὶ τοὺς κυτίνους σκληροὺς καὶ ἀκανθώδεις, ὁ δέ τις ἄνθη μηλινοειδῆ, φύλλα καὶ λοβοὺς ἁπαλώτερα, σπέρμα δὲ ὑπόξανθον ὥσπερ ἐρύσιμον. {2} ἀμφότεροι δὲ οὗτοι μανιώδεις ὑπάρχουσι καὶ καρωτικοί, δύσχρηστοι. εὔχρηστος δὲ εἰς θεραπείαν ἠπιώτατος ὢν ὁ τρίτος, λιπαρὸς καὶ ἁπαλὸς καὶ χνοώδης, ἄνθη λευκὰ ἔχων καὶ τὸ σπέρμα λευκόν· φύεται παρὰ θαλάττῃ καὶ ἐν ἐρειπίοις. χρηστέον οὖν ἐστι τῷ λευκῷ· εἰ δὲ μὴ παρείη οὗτος, χρῆσθαι δεῖ τῷ ξανθῷ, τὸν δὲ μέλανα ἀποδοκιμάζειν ὡς χείριστον. χυλίζεται δὲ ὁ καρπὸς ἁπαλὸς καὶ τὰ φύλλα καὶ οἱ καυλοὶ κοπτόμενοι καὶ ἐκθλιβόμενοι, ἐν ἡλίῳ ξηραινομένου τοῦ ὑγροῦ· {3} χρῆσις δὲ αὐτοῦ πρὸς ἐνιαυτὸν διὰ τὸ εὔσηπτον. χυλίζεται δὲ <αὐτοῦ> καὶ τὸ
fol. fol.
σπέρμα κατ᾽ ἰδίαν κοπτόμενον ξηρὸν ὕδατος θερμοῦ παραχεομένου καὶ ἐκθλιβόμενον· ἔστι δὲ βέλτιον τοῦ ὀπίου τὸ χύλισμα καὶ ἀνωδυνώτερον. ἡ δὲ χλόη κοπεῖσα καὶ μιγεῖσα σιτανίῳ ἀλεύρῳ ἀναπλάσσεται εἰς ἀρτίσκους καὶ ἀποτίθεται. ἁρμόζει δὲ τὸ πρῶτον χύλισμα καὶ τὸ ἀπὸ ξηροῦ τοῦ σπέρματος εἰς κολλύρια ἀνώδυνα καὶ πρὸς ῥεῦμα δριμὺ καὶ θερμὸν καὶ ὠταλγίας καὶ τὰ περὶ ὑστέραν, σὺν ἀλεύροις δὲ ἢ ἀλφίτοις πρός τε ὀφθαλμῶν φλεγμονὰς καὶ ποδῶν καὶ τὰς ἄλλας <φλεγμονάς>· {4} καὶ τὸ σπέρμα δὲ τὸ αὐτὸ παρέχεται, ποιοῦν καὶ πρὸς βῆχας καὶ κατάρρουν καὶ ῥεῦμα ὀφθαλμῶν καὶ περιωδυνίαν, πρός τε ῥοῦν γυναικεῖον καὶ τὰς ἄλλας αἱμορραγίας ὅσον ὀβολὸς σὺν μήκωνος σπέρματι καὶ μελικράτῳ ποθέν· ἁρμόζει καὶ πρὸς ποδάγρας, ὄρχεις πεφυσημένους, μαστοὺς ἐν τοκετῷ ἐπαιρομένους λεῖον μετ᾽ οἴνου καταπλασσόμενον καὶ εἰς τὰ ἄλλα ἀνώδυνα καταπλάσματα μείγνυται ὠφελίμως. καὶ τὰ ἀναπεπλασμένα φύλλα <δὲ> εἰς πάντα τὰ ἀνώδυνα καταπλάσματα εὔχρηστα, μειγνύμενα ἀλφίτοις καὶ καθ᾽ ἑαυτὰ καταπλασσόμενα, τὰ δὲ πρόσφατα φύλλα καταπλασθέντα ἀνωδυνώτατα πρὸς πάντα πόνον· {5} τρία δὲ ἢ τέσσαρα ποθέντα σὺν οἴνῳ ἠπιάλους πυρετοὺς θεραπεύει, ἑψηθέντα δὲ ὡς λάχανα καὶ βρωθέντα τρυβλίου πλῆθος παρακο πὴν ἐργάζεται. φασὶ δὲ ὅτι, ἐὰν ἕλκος ἔχοντά τις ἐν κόλῳ ἐγκλύσῃ, τὸ αὐτὸ ἀπεργάζεται. ἡ δὲ ῥίζα μετ᾽ ὄξους ἑψηθεῖσα ὀδονταλγίας ἐστὶ διάκλυσμα.