Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
díctamo de Creta | tò apò Krētēs díktamon τὸ ἀπὸ Κρήτης δίκταμον |
Ballota acetabulosa (L.) Benth. |
3.32.2b |
Texto provisional
φέρεται δὲ καὶ ἀπὸ Κρήτης ἕτερον εἶδος δικτάμνου, φύλλοις ἐοικὸς σισυμβρίου, κλωσὶ δὲ μεῖζον, ἐφ᾽ ὧν ἄνθος ὀριγάνῳ ἀγρίῳ ἐοικός, μέλαν, μαλακόν· ὀσμὴ δὲ τῶν φύλλων μεταξὺ σισυμβρίου καὶ ἐλελισφάκου, ἡδίστη. ποιεῖ δὲ πρὸς ὅσα καὶ ἡ πρὸ αὐτῆς, ἧσσον πληκτικὴ ὑπάρχουσα· μείγνυται δὲ καὶ ἐμπλάστροις θηριακαῖς.