Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
palmera datilera | phoînix φοῖνιξ |
Phoenix dactylifera L. |
1.109 |
ρθ (109)
περὶ φοίνικος· φοῖνιξ ἐν αἰγύπτῳ γίνεται· τρυγᾶται δὲ μεσοπο-
ρούσης τῆς κατὰ τὴν ὀπώραν ἀκμῆς, παρεμφέρων τῇ ἀραβικῇ μυροβαλάνῳ, πτῶμα δὲ λέ-
γεται, χλωρός τὸ χρῶμα [1], ἐμφερὴς κυδωνίῳ κατὰ τὴν ὀσμήν· εἰ δὲ ἀφεψηθείη [2] πεπαινό-
μενος, γίνεται φοινικοβάλανος. ἔστι δὲ στρυφνός, στυπτικός, <ὅθεν> πινόμενος σὺν οἴνῳ αὐστηρῷ
<ποιεῖ> πρὸς διάρροιαν καὶ ῥοῦν γυναικεῖον· ἵστησι δὲ καὶ αἱμορροίδας καὶ τραύματα κολλᾷ κατα-
πλασθείς. αἱ δὲ φοινικοβάλανοι <χλωραὶ> στυπτικώτεραι τυγχάνουσι τῶν ξηρῶν, κεφαλαλγεῖς δέ
εἰσι καὶ πλείονες βρωθεῖσαι μεθύσκουσιν. {2} αἱ δὲ ξηραὶ ὠφελοῦσι [3] [βιβρωσκόμενοι] αἱμο-
πτοικοὺς [4], στομαχικοῖς, δυσεντερικοῖς καὶ τὰ [5] περὶ κύστιν καταπλασσόμεναι λεῖαι μετὰ κυ-
δωνίου καὶ κηρωτῆς οἰνανθίνης, μάλιστα δὲ αἱ καρυώτιδες ἐσθιόμεναι ἀρτηριῶν τραχύ-
τητας ἰῶνται.