Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
mirto | myrsínē μυρσίνη |
Myrtus communis L. |
1.112 |
fol. fol.
ριβ (112)
περὶ μυρσίνης· μυρσίνη ἡ ἥμερος πρὸς μὲν τὴν ἰατρικὴν
χρῆσιν ἡ μέλαινα τῆς λευκῆς ἁρμοδιωτέρα, καὶ ταύτης μᾶλλον ἡ ὀρεινή, τὸν μέντοι καρπὸν
ἀτονώτερον ἔχει. δύναμις δὲ αὐτῆς καὶ τοῦ καρποῦ στυπτική. δίδοται δὲ ὁ καρπὸς χλω-
ρός τε καὶ ξηρὸς ἐσθιόμενος αἱμοπτοικοῖς [1] καὶ τοῖς <ἐπι>δακνομένοις τὴν κύστιν· καὶ ὁ ἐκ τῶν χλωρῶν δὲ
fol. fol.
μύρτων ἐκθλιβέντων χυλὸς τὰ αὐτὰ ποιεῖ, εὐστόμαχος ὢν καὶ οὐρητικός, ἁρμόζων φα-
λαγγιοδήκτοις καὶ σκορπιοπλήκτοις σὺν οἴνῳ. καὶ τὸ ἀφέψημα δὲ τοῦ καρποῦ βάπτει τρίχας,
ἑψηθεὶς δὲ σὺν οἴνῳ καὶ καταπλασθεὶς τὰ ἐν ἀκρωτηρίοις ἕλκη θεραπεύει, μετὰ πάλης δὲ ἀλ-
φίτου καταπλασθεὶς φλεγμονὰς τὰς ἐν ὀφθαλμοῖς παρηγορεῖ, καὶ πρὸς αἰγιλώπια δὲ ἐπιπλάτ-
τεται. {2} καὶ ὁ ἐξ αὐτῆς δὲ γινόμενος οἶνος ἐκθλιβέντος τοῦ καρποῦ καὶ ἐπὶ ποσὸν ἀφεψηθέν-
τος, ὀξίζει γὰρ ὁ μὴ οὕτως σκευασθείς, ἀκραίπαλός <τέ> ἐστι προπινόμενος, ποιῶν πρὸς ὅσα καὶ ὁ
καρπός, ἐγκάθισμά τε <πρὸς> προπτώσεις μήτρας καὶ δακτυλίου καὶ ῥοικαῖς ἁρμόζει. σμή-
χει δὲ καὶ πίτυρα καὶ ἀχῶρας καὶ ἐξανθήματα τρίχας τε ῥεούσας ἐπέχει· μίγνυται δὲ
καὶ λιπαραῖς ὥσπερ καὶ τὸ ἐκ τῶν φύλλων αὐτῆς σκευαζόμενον ἔλαιον. καὶ τὸ τῶν φύλ-
λων δὲ ἀφέψημα εἴς τε τὰ ἐγκαθίσματα ἁρμόζει καὶ πρὸς τὰ χαλαρὰ καὶ ἀσυμπώρωτα
ἄρθρα καὶ πρὸς ἀσυμπώρωτα κατάγματα ὠφελίμως καταντλεῖται· [2] σμήχει δὲ καὶ
ἀλφοὺς καὶ πρὸς ὦτα πυορροοῦντα ἐγχυματίζεται καὶ μελασμοὺς τριχῶν, καὶ ὁ ἐξ
αὐτῶν δὲ χυλὸς τὰ αὐτὰ ποιεῖ. {3} αὐτὰ δὲ τὰ φύλλα λεῖα καταπλασσόμενα ἐν ὕδατι ἁρμόζει τοῖς
καθύγροις τῶν ἑλκῶν καὶ ῥευματιζομένοις τόποις πᾶσι καὶ κοιλιακοῖς, ἐλαίου <δὲ> ὀμφακίνου
[γὰρ] ἢ ῥοδίνου ὀλίγου καὶ οἴνου μεμιγμένου καὶ ἕρπησι καὶ ἐρυσιπέλασι, διδύμων τε φλεγμοναῖς
καὶ ἐπινυκτίσι καὶ κονδυλώμασι. ξηρὰ δὲ λεῖα παρωνυχίαις καὶ πτερυγίοις χρησίμως
καταπλάττεται [3] καὶ καθύγροις μασχάλαις καὶ μηροῖς, καὶ ἐπὶ καρδιακῶν στέλλει τοὺς ἱδρῶ-
τας· κεκαυμένα δὲ καὶ ὠμὰ μετὰ κηρωτῆς πυρίκαυτα καὶ πτερύγια καὶ παρωνυχίας ἰᾶται.
{4} χυλίζεται δὲ τὰ φύλλα παραχεομένου οἴνου παλαιοῦ ἢ ὕδατος ὀμβρίου καὶ ἐκθλίβεται. ἡ δὲ
χρῆσις αὐτοῦ προσφάτου ὄντος· ξηρανθεὶς γὰρ εὐρωτιᾷ καὶ ἀδυνατεῖ.