Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
lechetrezna | tithýmallos] helioskópios τιθύμαλλος] ἡλιοσκόπιος |
Euphorbia helioscopia L. |
4.164.7 |
Texto provisional
ὁ δὲ ἡλιοσκόπιος λεγόμενος ἀνδράχνῃ ὅμοια φύλλα ἔχει, λεπτότερα δὲ καὶ περιφερέστερα, κλῶνας δὲ ἀφίησιν ἀπὸ τῆς ῥίζης σπιθαμιαίους, τέσσαρας ἢ πέντε, λεπτούς, ἐρυθρούς, ὀποῦ λευκοῦ πολλοῦ μεστούς· κεφαλὴ δὲ ἀνηθοειδὴς καὶ ὁ καρπὸς δὲ ὥσπερ ἐν φύλλοις· συμπεριφέρεται δὲ τούτου ἡ κόμη τῇ τοῦ ἡλίου κλίσει, ὅθεν καὶ ὠνόμασται ἡλιοσκόπιος· ἐν ἐρειπίοις μάλιστα καὶ περὶ τὰς πόλεις φύεται. {8} συλλέγεται δὲ ὁ ὀπὸς καὶ ὁ καρπὸς ὥσπερ καὶ τῶν ἄλλων, δύναμιν ἔχων τὴν αὐτήν, ἀλλ᾽ οὐχ οὕτως ἐπιτεταμένην.