Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
agáloco | agálokhos ἀγάλοχος |
Aquilaria agallocha Roxb. |
1.22 |
κβ (22)
περὶ ἀγαλόχου· ἀγάλοχον ξύλον ἐστὶ φερόμενον ἐκ τῆς ἰνδίας καὶ ἀραβίας, ἐοικὸς
θυίνῳ ξύλῳ [1], ἐστιγμένον, εὐῶδες, παραστῦφον ἐν τῇ γεύσει μετὰ ποσῆς πικρίας, φλοιὸν
ἔχον δερματώδη καὶ ὑποποίκιλον. ποιεῖ δὲ διαμασώμενον καὶ διακλυζόμενον τὸ ἀφέ-
ψημα πρὸς εὐωδίαν στόματος, καὶ διάπασμα δὲ ὅλου τοῦ σώματός ἐστι, <καὶ> θυμιᾶται δὲ ἀντὶ
λιβανωτοῦ. ἡ δὲ ῥίζα αὐτοῦ < ὁλκὴ <α'> πινομένη στομάχου πλάδον καὶ ἀτονίαν καὶ
καύσωνα παρηγορεῖ, τοῖς τε ἀλγοῦσι πλευρὸν καὶ ἧπαρ ἢ δυσεντερικοῖς ἢ στροφουμένοις ἀ-
ρήγει πινομένη μεθ᾽ ὕδατος.