Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
tártago mayor | tithýmallos] árrēn [τιθύμαλλος] ἄρρην |
Euphorbia sibthorpii Boiss. |
4.164.1 |
fol. fol.
χλζ (637)
Texto provisional
<περὶ τιθυμάλλου·> τιθυμάλλου εἴδη ζ', ὧν ὁ μὲν ἄρρην χαρακίας καλεῖται, ὑπὸ δέ
τινων κομήτης ἢ ἀμυγδαλοειδὴς [1] ἢ κωβιὸς ὀνομάζεται· ὁ δέ τις θῆλυς ἢ μυρσινίτης, ὃν
καὶ καρυΐτην [ἢ μυρσινίτην] καλοῦσιν· ὁ δὲ παράλιος, ὃν ἔνιοι τιθυμαλλίδα ἐκάλεσαν·
ὁ δέ τις ἡλιοσκόπιος, ὁ δὲ κυπαρισσίας, ὁ δὲ δενδρώδης, ὁ δὲ πλατύφυλλος. τοῦ δὴ
fol. fol.
χαρακίου καλουμένου εἰσὶ καυλοὶ μὲν ὑπὲρ πῆχυν, ἐνερευθεῖς, ὀποῦ δριμέος καὶ λευκοῦ μεστοί, φύλλα δὲ περὶ ταῖς ῥάβδοις ὅμοια ἐλαίᾳ, μακρότερα δὲ καὶ στενότερα, ῥίζα ἁδρὰ καὶ ξυλώδης· ἐπ᾽ ἄκρων δὲ τῶν καυλῶν κόμη σχοινοειδῶν ῥαβδίων, καὶ ἐπ᾽ αὐτῶν ὑπόκοιλα, ὅμοια πυελίσιν, ἐν οἷς ὁ καρπός. φύεται δὲ ἐν τραχέσι καὶ ὀρεινοῖς τόποις. {2} δύναμιν δὲ ἔχει ὁ ὀπὸς καθαρτικὴν τῆς κάτω κοιλίας, ἄγων φλέγμα καὶ χολήν, ὀβολῶν δυεῖν πλῆθος λαμβανόμενος μετ᾽ ὀξυκράτου, σὺν μελικράτῳ δὲ καὶ ἔμετον κινεῖ. ὀπίζεται δὲ περὶ τὸν τρυγητὸν συναχθεισῶν τῶν ῥάβδων καὶ ἀποτμηθεισῶν· ἐγκεκλίσθαι δὲ αὐτὰς δεῖ εἰς ἀγγεῖον. ἔνιοι δὲ ὀρόβινον ἄλευρον μειγνύντες συναναπλάσσουσιν ὀροβιαῖα μεγέθη, τινὲς δὲ εἰς τὰ ξηραινόμενα σῦκα ἀποστάζουσι σταλαγμοὺς τρεῖς ἢ τέσσαρας καὶ ξηράναντες ἀποτίθενται· καθ᾽ ἑαυτὸν δὲ τριβόμενος ἐν θυΐᾳ ἀναπλάσσεται καὶ ἀποτίθεται. {3} ἐν δὲ τῷ ὀπίζειν οὐ δεῖ κατ᾽ ἄνεμον ἵστασθαι οὐδὲ τὰς χεῖρας προσάγειν τοῖς ὀφθαλμοῖς, ἀλλὰ καὶ πρὸ τοῦ ὀπίζειν τὸ σῶμα δεῖ χρίειν στέατι ἢ ἐλαίῳ μετ᾽ οἴνου, μάλιστα δὲ πρόσωπον καὶ ὄσχεον καὶ τράχηλον. τραχύνει δὲ καὶ τὴν φάρυγγα, ὅθεν δεῖ τὰ καταπότια περιπλάττειν κηρῷ ἢ μέλιτι ἑφθῷ καὶ οὕτως διδόναι· ἰσχάδες μέντοι δύο ἢ τρεῖς λαμβανόμεναι αὐτάρκεις εἰσὶ πρὸς κάθαρσιν. ψιλοῖ δὲ καὶ τρίχας ὁ ὀπὸς πρόσφατος ἐπιχρισθεὶς μετ᾽ ἐλαίου ἐν ἡλίῳ, καὶ τὰς ἐπιγινομένας δὲ ξανθὰς καὶ λεπτὰς ποιεῖ· {4} καὶ τέλος ἐκφέρει πάσας. ἐντίθεται δὲ καὶ τοῖς βρώμασι τῶν ὀδόντων κουφίζων τὰ ἀλγήματα· κηρῷ δὲ δεῖ τοὺς ὀδόντας περιφράττειν, ἵνα μὴ παραρρυεὶς κακώσῃ τὴν <φάρυγγα ἢ τὴν> γλῶσσαν. αἴρει δὲ καὶ μυρμηκίας καὶ ἀκροχορδόνας καὶ θύμους καὶ λειχῆνας ἐπιχριόμενος· ἁρμόζει καὶ πρὸς πτερύγια καὶ ἄνθρακας, φαγεδαίνας, γαγγραίνας, σύριγγας. καὶ ὁ καρπὸς δὲ φθινοπώρῳ συλλεγεὶς καὶ ξηρανθεὶς ἐν ἡλίῳ κοπείς τε κούφως καὶ ἀποβρασθεὶς καθαρὸς ἀποτίθεται· καὶ τὰ φύλλα ὁμοίως ξηρά. ποιεῖ δὲ ὁ καρπὸς καὶ τὰ φύλλα τὰ αὐτὰ τῷ ὀπῷ πλῆθος ἡμίσους ὀξυβάφου ποτιζόμενα· ἔνιοι δὲ καὶ ταριχεύουσιν αὐτά, μειγνύντες τῷ διὰ τοῦ γάλακτος λεπιδίῳ καὶ τυρῷ κοπτῷ. {5} καὶ ἡ ῥίζα δὲ ἐπιπασθεῖσα δραχμὴ μία ὑδρομέλιτι καὶ ποθεῖσα ἄγει κατὰ κοιλίαν· ἑψηθεῖσα δὲ σὺν ὄξει καὶ διακλυζομένη γομφαλγίαις βοηθεῖ.