Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
brettanikē gr. | Brettanikē βρεττανική |
Rumex aquaticus L. |
4.2 |
fol. fol.
υοδ (474)
Texto provisional
<περὶ βρεττανικῆς·> βρεττανική·
[ἢ βεττονική·] πόα ἐστὶν ἔχουσα φύλλα ὅμοια λαπάθῳ ἀγρίῳ, μελάντερα δὲ καὶ δα-
σύτερα, στύφοντα ἐν τῇ γεύσει· καυλὸν δὲ ἀνίησιν οὐ μέγαν, ῥίζαν λεπτὴν καὶ βραχεῖ-
αν. χυλίζεται δὲ αὐτῆς τὰ φύλλα καὶ ἐν ἡλίῳ ἢ πυρὶ συστρέφεται. δύναμιν δὲ ἔχει στυπτικήν,
ἰδίως ἁρμόζουσαν πρὸς τὰς ἐν στόματι καὶ παρισθμίοις νομάς· ποιεῖ δὲ καὶ πρὸς τὰ λοιπά, ὅσα στύψεως
χρῄζει. [ἐν ἄλλῳ καὶ ταῦτα. βεττονικὴ γεννᾶται εἰς χορτοκόπια καὶ ὀρεινοὺς τόπους καὶ
καθαροὺς καὶ ἡμέρους περὶ τὰ γεννήματα· καὶ ψυχὰς ἀνθρώπων καὶ σώματα φυλλάτει, νυκτερι-
νὰς τε ὁδοιπορίας καὶ τόπους ἐπιβλαβεῖς καὶ ὕπνους χαλεποὺς ἀντενεργεῖ καὶ εἰς πᾶσαν ἴα-
σίν ἐστιν εὐλογημένη. ἔχει δὲ τὴν μὲν ῥίζαν ὅλην ἐρυθρὰν καὶ εὐώδη, τὰ δὲ φύλλα πράσινα
καὶ τὸ μέσον τῶν φύλλων φοινικοῦν καὶ εἰς τὸν ὀρθοκάλαμον τριγώνια καὶ ἐπ' αὐτῶν ἄν-
θη προφυρίζοντα. ἡ δὲ δύναμις αὐτῆς ἐστιν αὕτη· λειωθεῖσα γὰρ νεαρὰ καὶ ἐπιτεθεῖσα εἰς τε-
fol. fol.
θραυσμένην κεφαλὴν κατὰ τῆς πληγῆς ἀνώδυνον ποιεῖ καὶ τὰ τραύματα κολλᾷ καὶ τὰ τε-
θλασμένα [1] ὀστᾶ ἐκβάλλει καὶ τοῦτο ποιεῖ καθ' ἡμέραν ἀλλασσομένη, ἕως θεραπεὺει· ἀφεψη-
θεῖσα δὲ μεθ' ὕδατος κεφαλαλγίαν καταντλουμένη καὶ μετὰ ἀσφάλτου περιχριομένη τοῖς
κροτάφοις ἰᾶται ὑποθυμιωμένης αὐτοῖς καὶ τῆς ῥίζης.]