Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
membrillo | kydōnia mêla κυδώνια μῆλα |
Cydonia oblonga Mill. |
1.115.1 |
ριε (115)
περὶ κυδωνίων μήλων· τὰ δὲ κυδώνια εὐστόμαχα, οὐρητικά· ὀπτηθέντα δὲ προσηνέστερα γίνε-
ται, χρήσιμα κοιλιακοῖς καὶ δυσεντερικοῖς [1] καὶ χολεριῶσι, μάλιστα <δ᾽> ὠμά· καὶ τὸ ἀπόβρεγμα δὲ
αὐτῶν ἁρμόζει τοῖς στόμαχον ἢ κοιλίαν ῥευματιζομένοις ἐν ποτῷ. {2} ὁ δὲ χυλὸς αὐτῶν ὠμῶν
λαμβανόμενος ὀρθοπνοικοὺς ὠφελεῖ, τὸ δὲ ἀφέψημα πρόσκλυσμα δακτυλίου καὶ ὑ-
στέρας προπτώσει. τὰ δὲ ἐκ τοῦ μέλιτος καὶ αὐτὰ μὲν οὐρητικά, τὸ δὲ μέλι τὴν αὐτῶν [2] ἀνα-
λαμβάνεται δύναμιν· στεγνωτικὸν γὰρ καὶ στυπτικὸν γίνεται· τὰ δὲ σὺν τῷ μέλιτι ἑψό-
μενα εὐστόμαχα μὲν καὶ εὔστομα, ἧττον δὲ στεγνωτικά. τὰ δὲ ὠμὰ καταπλάσμασι μί-
γνυται πρὸς στέγνωσιν κοιλίας, στομάχου ἀνατροπὴν καὶ πύρωσιν, μαστοὺς φλεγμαίνοντας,
σπλῆνας ἐσκιρρωμένους, κονδυλώματα. γίνεται δὲ καὶ οἶνος ἐξ αὐτῶν κοπτομένων καὶ ἐκ-
θλιβομένων, πρὸς διαμονὴν μιγνυμένου τοῖς ιϚ' [3] ξέ<σταις> τοῦ χυλοῦ μέλιτος ξέ<στου> α', ἐπεὶ ὀξίζει.
ἁρμόζει δὲ πρὸς τὰ εἰρημένα πάντα. {3} καὶ χρῖσμα δὲ ἐξ αὐτῶν σκευάζεται τὸ καλούμενον
μήλινον, ᾧ χρώμεθα, ὁπόταν στυπτικοῦ ἐλαίου δεηθῶμεν. ἐκλέγεσθαι δὲ δεῖ τὰ ἀληθινά·
μικρὰ δέ ἐστι καὶ περιφερῆ καὶ εὐώδη ταῦτα. τὰ δὲ λεγόμενα στρουθία καὶ μεγάλα ἧττόν
ἐστιν εὔχρηστα. τὰ δὲ ἄνθη αὐτῶν ξηρά τε καὶ χλωρὰ καταπλάσμασιν εὔθετα πρὸς
τὰ στύψεως χρείαν ἔχοντα καὶ πρὸς ὀφθαλμῶν φλεγμονὰς καὶ πρὸς αἵματος ἀναγωγὰς
καὶ κοιλίας <τε> ῥύσιν καὶ ἐμμήνων φορὰν ἁρμόζει μετὰ οἴνου πινόμενα.