Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
tamarisco | myríkē μυρίκη |
Tamarix tetrandra L. |
1.87 |
πζ (87)
Texto provisional
περὶ μυρίκης· μυρίκη δένδρον ἐστὶ γνώ-
ριμον, παρὰ λίμναις καὶ τοῖς στασίμοις ὕδασι φυόμενον, καρπὸν ὡσπερεὶ ἄνθος φέρου-
σα βρυῶδες κατὰ τὴν σύστασιν. γεννᾶται δέ τις ἐν αἰγύπτῳ καὶ συρίᾳ ἥμερος, κατὰ
τὰ ἄλλα ὁμοία <οὖσα> τῇ ἀγρίᾳ, καρπὸν <δὲ> φέρουσα ἐμφερῆ κηκίδι, ἀνωμάλως στύφοντα κατὰ τὴν
γεῦσιν [1], ἁρμόζοντά τε ἀντὶ κηκίδος εἰς τὰ στοματικὰ καὶ ὀφθαλμικὰ, καὶ πρὸς αἵματος
πτύσεις ἐν ποτῷ καὶ κοιλιακαῖς [2] καὶ ῥοικαῖς γυναιξὶ <καὶ> ἰκτέρῳ [τε] καὶ φαλαγγιοδήκτοις, οἰ-
δήματά τε στέλλει καταπλασθείς·καὶ ὁ φλοιὸς δὲ τὰ αὐτὰ ποιεῖ τῷ καρπῷ. {2} τῶν δὲ φύλ-
λων τὸ ἀφέψημα σὺν οἴνῳ ποθὲν σπλῆνα τήκει, καὶ ὀδονταλγίαις βοηθεῖ διακλυζόμενον,
ἐγκάθισμά τε ῥοικαῖς, καὶ περίχυμα τοῖς φθεῖρας καὶ κονίδας γε<ν>νῶσιν ἐπιτήδειον.
καὶ ἡ ἀπὸ τῶν ξύλων δὲ τέφρα προστεθεῖσα ῥύσιν <τὴν ἐκ> μήτρας στέλλει. κατασκευάζουσι δὲ
ἔνιοι καὶ κύλικας ἐκ τοῦ πρέμνου, αἷς ἐπὶ τῶν σπληνικῶν χρῶνται ἀντὶ ποτηρίων,
ὡς τοῦ δι᾽ αὐτῶν πόματος ὠφελοῦντος.