Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
piñones | pityídes πιτυίδες |
Pinus pinea L. Pinus sp. |
1.69.3 |
ξθ (69)
πιτυίδες δὲ καλοῦνται ὁ καρπὸς τῶν πιτύων καὶ τῆς πεύκης ὁ εὑρισκόμενος ἐν
τοῖς κώνοις. δύναμιν δὲ ἔχουσι στυπτικήν, θερμαίνουσαν ποσῶς· βοηθοῦσι δὲ βηξὶ καὶ
τοῖς περὶ θώρακα πάθεσι καθ᾽ ἑαυτὰς καὶ μετὰ μέλιτος λαμβανόμεναι.