Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
vino de cedro | kédrinos [oînos] κέδρινος |
- | 5.36 |
fol. fol.
ψγ (703)
Texto provisional
<περὶ κεδρίνου·> ὁ δὲ κέδρινος ἢ ἀρκεύθινος ἢ κυπαρίσσινος ἢ δάφνινος ἢ πιτύι-
νος ἢ ἐλάτινος σκευάζεται ὁμοίως· χρὴ γὰρ τὰ ξύλα νεότμητα σχίζοντας, ὅτε τὸν καρπὸν
fol. fol.
ἐκδίδωσι, τιθέναι πρὸς ἥλιον ἢ ἐν βαλανείῳ ἢ πρὸς πυρί, ὥστε συνιδρῶσαι, καὶ μίσγειν τῷ χοεῖ τοῦ οἴνου μνᾶν μίαν, καταστήσαντάς τε ἐᾶν δύο μῆνας, εἶτα μεταγγίζειν καὶ ἡλιάσαντας ἀποτίθεσθαι. πληροῦν δὲ δεῖ τὰ ἀγγεῖα ἐπὶ τῶν σκευαστῶν οἴνων· ἀποξύνει γὰρ τὰ ἀπόκενα. {2} ἄθετοι μέντοι οἱ φαρμακώδεις οἶνοι τοῖς ὑγιαίνουσι. θερμαντικοὶ δὲ πάντες οὗτοι, οὐρητικοί, ὑποστύφοντες· ὁ μέντοι δάφνινος θερμαντικώτερος. γίνεται δὲ καὶ ἐκ τοῦ καρποῦ τῶν μειζόνων κέδρων οἶνος· δεῖ δὲ τῷ χοεῖ τοῦ γλεύκους ἡμιμναῖον κεκομμένων τῶν κεδρίδων μεῖξαι, ἡλιάσαι τε ἐφ᾽ ἡμέρας μ, μετὰ δὲ ταῦτα διυλίζειν καὶ μεταγγίζειν.