Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
pinillo oloroso | hetéra khamaípitys ἑτέρα χαμαίπιτυς |
Ajuga chamaepitys Schreber |
3.158.3 |
Texto provisional
ἔστι δὲ καὶ ἑτέρα χαμαίπιτυς, κλάδους ἔχουσα πηχυαίους, ἀγκυροειδεῖς, λεπτοκάρφους, κόμην δὲ ἐοικυῖαν τῇ πρὸ αὐτῆς καὶ ἄνθος, σπέρμα δὲ μέλαν· ὄζει δὲ καὶ αὕτη πίτυος. καὶ τρίτη τίς ἐστιν ἄρρην καλουμένη· ἔστι δὲ βοτάνιον ἔχον φυλλάρια λεπτά, λευκά, δασέα, καυλὸν δὲ τραχύν, λευκόν, ἀνθύλλια μήλινα, σπερμάτια δὲ παρὰ τὰς μασχάλας· ὄζει δὲ καὶ τοῦτο πίτυος. δύναμιν δὲ ἔχουσι καὶ αὗται ὁμοίαν τῇ προειρημένῃ, οὐ μὴν οὕτως πρακτικήν.