Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
testículo de perro | órkhis héteros ὄρχις ἕτερος |
Orchis morio L. |
3.127 |
υμγ (443)
Texto provisional
ὄρχις ἕτερος, ὃν σεραπιάδα ἔνιοι καλοῦσιν ὡς καὶ Ἀνδρέας διὰ τὸ πολύχρηστον τῆς ῥίζης. φύλλα ἔχει ἐοικότα πράσῳ, ἐπιμήκη, πλατύτερα δὲ καὶ λιπαρά, καυλὸν σπιθαμῆς, ἄνθη δὲ ὑποπόρφυρα. ῥίζα δὲ ὕπεστιν ὀρχιδίοις ὁμοία, ἥτις δύναμιν ἔχει καταπλασσομένη οἰδημάτων διασκεδαστικὴν καὶ ἑλκῶν ἀνακαθαρτικὴν καὶ ἕρπητος ἐφεκτικήν· ἀνασκευάζει δὲ καὶ σύριγγας καὶ τὰ φλεγμαίνοντα παρηγορεῖ καταπλασσομένη. ξηρὰ δὲ νομὰς ἵστησι καὶ σηπεδόνας καὶ τὰ ἐν στόματι κακοήθη ἰᾶται· ἵστησι δὲ καὶ κοιλίαν ἐν οἴνῳ ποθεῖσα. ἱστορεῖται δὲ καὶ περὶ ταύτης, ὅσα καὶ περὶ τῆς τοῦ κυνὸς ὄρχεως.