Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
consuelda mayor | sýmphyton állo σύμφυτον ἄλλο |
Symphytum officinale L. |
4.10 |
υπβ (482)
Texto provisional
σύμφυτον ἄλλο, οἱ δὲ πηκτὴν καλοῦσιν· ἀνίησι καυλὸν δασύν, δίπηχυν ἢ καὶ μείζονα, γωνιώδη, κενὸν ὥσπερ σόγχου, περὶ ὃν οὐκ ἐκ μεγάλων διαστημάτων φύλλα δασέα, στενά, ὑπομήκη πρὸς τὰ τοῦ βουγλώσσου· ἔχει δὲ καὶ παρὰ τὰς γωνίας ὁ καυλὸς ἐξοχάς τινας παρατεταμένας φύλλων προστύπων ἀφ᾽ ἑκάστης μασχάλης· ἄνθη δὲ ἔπεστι μήλινα καὶ καρπὸς περὶ τὸν καυλὸν ὥσπερ φλόμου. {2} ὅλος δὲ ὁ καυλὸς καὶ τὰ φύλλα ἔχει χνοῦν ὑπότραχυν, κατὰ τὴν προσαφὴν κνησμὸν ἐμποιοῦντα· ῥίζαι δὲ ὕπεισι τὴν μὲν ἐπιφάνειαν μέλαιναι, ἔνδοθεν δὲ λευκαὶ καὶ γλίσχραι, ὧν καὶ ἡ χρῆσις. ποιοῦσι δὲ λεῖαι πινόμεναι αἱμοπτυϊκοῖς καὶ ῥηγματίαις, καταπλάσσονταί τε πρὸς φλεγμονάς, μάλιστα τὰς ἐν δακτυλίῳ ὠφελίμως μετὰ φύλλων ἠριγέροντος· καὶ τὰ νεότρωτα δὲ κολλῶσι καταπλασθεῖσαι καὶ τὰ κρέα συνεψόμεναι κολλῶσιν.