Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
zarza canina | kynósbatos κυνόσβατος |
Rosa sempervirens L. |
1.94 |
ϟδ (94)
περὶ κυνοσβάτ<ου>· κυνόσβατον [1],
οἱ δὲ ὀξυάκανθαν καλοῦσι. θάμνος ἐστὶ βάτου πολλῷ μείζων, δενδρώδης. φύλλα φέρουσα [2]
[πολλῷ] πλατύτερα μυρσίνης, ἄκανθας [3] δὲ περὶ ταῖς ῥάβδοις ἰσχυράς [4], ἄνθος λευκόν,
καρπὸν ἐπιμήκη, πυρίνη [5] ἐλαίας ἐοικότα, ἐν τῷ πεπαίνεσθαι πυρράν, τὰ δὲ ἐντὸς ἐριώδη.
ἵστησι δὲ κοιλίαν ὁ καρπὸς ξηρὸς δίχα τοῦ ἐν αὐτῷ ἐριώδους. κακωτικὸν γὰρ τῆς ἀρτηρίας τοῦτο ἀπο-
ζεννύμενον [6] ἐν οἴνῳ καὶ πινόμενον [7].