Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
lechuga de agua | stratiōtēs στρατιώτης |
Pistia stratiotes L. |
4.101 |
φογ (573)
Texto provisional
στρατιώτης ὁ ἐπὶ τῶν ὑδάτων φυόμενος· [οἱ δὲ ποτάμιον στρατιώτην καλοῦσιν, Αἰγύπτιοι τιβούρ, προφῆται αἷμα αἰλούρου.] ὠνόμασται καὶ οὗτος διὰ τὸ ἐπινήχεσθαι τοῖς ὕδασι χωρὶς ῥίζης καὶ ζῆν. φύλλον δὲ ἔχει ἀειζῴῳ ὅμοιον, μεῖζον μέντοι καὶ ψυκτικὴν ἔχον δύναμιν, ἐφιστάνον τὰς ἐκ νεφρῶν αἱμορραγίας πινόμενον· τραύματά τε ἀφλέγμαντα τηρεῖ καὶ ἐρυσιπέλατα καὶ οἰδήματα σὺν ὄξει καταπλασσόμενον ἰᾶται.