Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
vino de eléboro | elleborítēs [oînos] ἐλλεβορίτης [οἴνος] |
- | 5.72 |
ψλη (738)
Texto provisional
ἐλλεβορίτης· εἰς χοέα γλεύκους τεθαλασσωμένου μέλανος ἐλλεβόρου δραχμὰς δέκα δύο βάλε λείου ἐν ὀθονίῳ ἀραιῷ· μετάχει δέ, ὅταν ἀναζέσῃ. ἢ εἰς ἀθαλάσσου χοῦν 101 ιε ἢ 101 ιδ ὁλοσχερῶς συνθλάσας βάλε, καὶ μεθ᾽ ἡμέρας τινὰς διυλίσας χρῶ· πότιζε δὲ κύαθον ἕνα πρὸς κοιλίας λύσιν μεθ᾽ ὕδατος ἐκ βαλανείου, ἐμημεκόσιν ἀπὸ δείπνου. {2} ἢ ἐλλεβόρου δραχμὰς εἴκοσι, σχοίνου 101 ιβ, στάχυος Συριακοῦ 101 ιγ σεσησμένας ἐν ὀθονίῳ δήσας κάθες εἰς κοτύλας ιδ Κῴου οἴνου ἐπὶ ἡμέρας τεσσαράκοντα· εἶτα ἀπηθήσας πότιζε τρία ἡμικοτύλια. ἢ εἰς γλεύκους κεράμιον θαλάττης πελαγίας ἡψημένης ξέστας β, ἐλλεβόρου λευκοῦ λίτρας τὸ ἥμισυ ἔμβρεχε ἡμέρας τεσσαράκοντα καὶ ἀπηθήσας χρῶ. ἢ ἐλλεβόρου 101 ιβ, ἀφρονίτρου δραχμὰς τέσσαρας, γλεύκους κοτύλας ιβ βρέχε ἐπὶ ἡμέρας δέκα πέντε καὶ ἀπηθήσας χρῶ μετὰ μῆνας ἕξ· τοῦτο καὶ βρέφη ἐκτιτρώσκει. {3} ἢ ἐκ τεθειλοπεδευμένης σταφυλῆς λαβὲ γλεύκους μετρητὴν καὶ βάλε γύψου εἰς τὸν οἶνον 101 κ, καὶ ἔασον ἡμέρας δύο, καὶ κάθες ἔν- δεσμον μέλανος ἐλλεβόρου 101 λ, σχοίνου 101 λ, καλάμου 101 λ, ἀρκευθίδων ἡμιχοίνικον καὶ τέταρτον, σμύρνης δὲ καὶ κρόκου ἀνὰ 101 α, ἐνειλήσας ὀθονίῳ κρέμασον πρὸς ἡμέρας μ, εἶτα διύλιζε καὶ δίδου κυάθους τρεῖς ἢ δύο κεράσας. καθαίρει ἐκ τοκετῶν καὶ ἐκ τρωσμῶν· φθείρει δὲ καὶ ἔμβρυα, καὶ πρὸς τὰς ὑστερικὰς πνίγας ποιεῖ.