Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
canelero de Ceilán | kinamômos κιναμῶμος |
Cinnamomum zeylanicum Bl. |
1.14 |
ιδ (14)
περὶ κιναμώμου· κιναμώμου ἐστὶ πλείονα
εἴδη ὀνομαζόμενα ἐπιχωρίως. διαφέρει δὲ τὸ μόσυλον διὰ τὸ φέρειν [1] ποσὴν ἐμ-
φέρειαν πρὸς τὴν μοσυλῖτιν καλουμένην κασσίαν, καὶ τούτου τὸ πρόσφατον, τῇ
χρόᾳ μέλαν, τεφρίζον ἐν τῷ οἰνώδει, λεπτὸν δὲ τοῖς ῥαβδίοις καὶ λεῖον, ὄζοις συνε-
χέσι κεχρημένον, σφόδρα εὐῶδες. σχεδὸν γὰρ ἡ τοῦ ἀρίστου κρίσις ἐστὶ περὶ τὴν ἐν τῇ
εὐωδίᾳ ἰδιότητα· εὑρίσκεται γὰρ μετὰ τοῦ ἀρίστου [2] καὶ ἰδιάζοντος ἡ ὀσμὴ <πηγανίζουσα ἢ> καρδά-
μώμῳ ἐμφερής. ἔτι καὶ δριμὺ καὶ δηκτικὸν τῇ γεύσει καὶ ὑφαλμυρίζον μετὰ θερ-
μασίας ἔν τε τῇ παρατρίψει μὴ ταχέως δασυνόμενον [3] καὶ ἐν τῷ θραύεσθαι χνοῶ-
δες καὶ λεῖον ἔχον τὸ μεταξὺ τῶν ὄζων. {2} δοκίμαζε [4] δὲ ἀπὸ μιᾶς ῥίζης λαμβάνων [5] τὸν θαλ-
λόν· εὐχερὴς γὰρ ἡ τοιαύτη δοκιμασία. τὰ γὰρ θραύσματα μίγματα τυγχάνει καὶ
κατὰ τὴν πρώτην δοκιμασίαν τὰ κρείττονα περιπνέοντα καὶ πληροῦντα τὴν ὄσφρησιν
ἐμποδίζει τὴν τοῦ ἥττονος ἐπίκρισιν. ἔστι δὲ καὶ ὀρεινόν, παχὺ <καὶ> κολοβόν, σφόδρα ὑπό-
κιρρον τὴν χρόαν· καὶ τρίτον παρὰ τὸ μόσυλον μέλαν καὶ λίαν [6], εὐῶδες [7] [εὐερνῶδες] δὲ
καὶ οὐ πολυγόνατον· τέταρτον λευκόν, χαῦνον, ὀγκῶδες ἰδέσθαι καὶ εὐγενές, εὔθραυ-
στόν τε καὶ μεγάλην ἔχον ῥίζαν [κασσίζουσαν]· πέμπτον τὴν ὀσμὴν ὑπόκιρρον [8] <δὲ> καὶ προ-
σεμφερὲς τὸν φλοιὸν κασσίᾳ πυ<ρ>ρᾷ, πρὸς τὴν ἁφὴν δὲ στερεόν, οὐ πάνυ ἰνῶδες, πα-
χύρριζον. τούτων δὲ τὸ πνέον λιβανωτοῦ <ἢ μυρσίνης> ἢ κασσίας ἢ ἀμώμου [9] εὐωδίας ἧττόν ἐστιν.
{3} ἀπολέγου [10] δὲ τὸ λευκὸν καὶ τὸ ψωρῶδες καὶ τὸ ῥυσόκαρφον καὶ <μὴ> λεῖον [11], καὶ τὸ ξυλῶδες <κατὰ> τὴν ῥίζαν δὲ
ὡς ἀχρεῖον παραιτοῦ.