Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
centinodia | polýgonon árren πολύγονον ἄρρεν |
Polygonum aviculare L. |
4.4 |
υοϚ (476)
Texto provisional
πολύγονον ἄρρεν· [οἱ δὲ πολυγόνατον, οἱ δὲ κυνοχάλκη, οἱ δὲ Ἡρακλεία, οἱ δὲ ἀσφάλτιον, οἱ δὲ χιλιόφυλλον], οἱ δὲ καρκίνωθρον, οἱ δὲ τευθαλλίδα, οἱ δὲ κλῆμα, οἱ δὲ μυρτοπέταλον, οἱ δὲ πολύκαρπον καλοῦσι. [οἱ δὲ κ<ορ>νοπόδιον, οἱ δὲ ἀριθέα, οἱ δὲ πηδάλιον, Αἰγύπτιοι θεφίν, οἱ δὲ στεμφίν, προφῆται γόνος ἥρωος, οἱ δὲ ὄνυξ μυός, Ῥωμαῖοι σημινάλις, οἱ δὲ σκορπίνακα, οἱ δὲ προσερπίνακα, Ἄφροι χουλουμλούμ.] πόα ἐστὶ κλῶνας ἔχουσα λεπτούς, τρυφερούς, πολλούς, γόνασι περιειλημμένους, ἕρποντας ἐπὶ γῆς ὥσπερ ἡ ἄγρωστις, φύλλα δὲ πηγάνῳ ὅμοια, ἐπιμηκέστερα <δὲ> καὶ μαλακώτερα· ἔχει δὲ καρπὸν παρ᾽ ἕκαστον φύλλον, ὅθεν καὶ ἄρρεν καλεῖται, ἄνθος δὲ λευκὸν ἢ φοινικοῦν. δύναμιν δὲ ἔχει στυπτικὴν καὶ ψυκτικήν. ὁ δὲ χυλὸς πινόμενος ἁρμόζει αἱμοπτυϊκοῖς καὶ τοῖς κατὰ κοιλίαν ῥεύμασι καὶ 4.4.2 χολερικοῖς καὶ στραγγουριῶσιν· ἄγει γὰρ οὖρα ἐνεργῶς. βοηθεῖ καὶ θηριοδήκτοις μετ᾽ οἴνου πινόμενος καὶ πρὸς περιοδικοὺς πρὸ μιᾶς ὥρας τῆς ἐπισημασίας λαμβανόμενος· ἵστησι δὲ καὶ ῥοῦν γυναικεῖον προστεθείς, καὶ πρὸς ὠταλγίας καὶ πυορροίας ἐνσταζόμενος ἁρμόζει, συνεψηθεὶς δὲ οἴνῳ καὶ μέλι προσλαβὼν ἄκρως ποιεῖ πρὸς τὰ ἐν αἰδοίοις ἕλκη. καταπλάσσεται δὲ τὰ φύλλα πρὸς στομάχου ἔγκαυσιν καὶ αἵματος ἀναγωγὴν καὶ ἕρπητας καὶ ἐρυσιπέλατα καὶ φλεγμονὰς καὶ οἰδήματα καὶ τραύματα πρόσφατα.