Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
tinta de escribir | mélan μέλαν |
- | 5.162 |
ωλδ (834)
Texto provisional
μέλαν, ᾧ γράφομεν, σκευάζεται ἐκ λιγνύος συναγομένης ἐκ δᾳδίων· μείγνυνται δὲ πρὸς οὐγγίαν α τοῦ κόμμεως οὐγγίαι γ λιγνύος. σκευάζεται δὲ καὶ ἀπὸ τῆς ῥητίνης λιγνύος καὶ ἐκ τῆς προειρημένης ζωγραφικῆς ἀσβόλης· δεῖ δὲ τῆς μὲν ἀσβόλης μνᾶν μίαν λαμβάνειν, κόμμεως δὲ λίτραν μίαν ἡμίσειαν, ταυροκόλλης οὐγγίαν μίαν ἡμίσειαν, χαλκάνθου οὐγγίαν μίαν ἡμίσειαν. {2} ἁρμόζει δὲ εἴς τε σηπτὰς καὶ πυρίκαυτα καταχριόμενον μεθ᾽ ὕδατος παχὺ καὶ ἐώμενον ἄχρις ἀπουλώσεως· καταπίπτει γὰρ αὐτόματον ὑγιασθέντων τῶν ἑλκῶν. καὶ δὴ σχεδὸν ἐφ᾽ ὅσον ἱκανὸν ἐδόξαμεν, φίλτατε Ἄρειε, ἅμα καὶ μήκους τῆς συντάξεως καὶ πλήθους ὕλης τε καὶ βοηθημάτων ταμιεύσασθαι, ἅλις ἔχει.