Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
amapola | mēkōn rhoiás μήκων ῥοιάς |
Papaver rhoeas L. |
4.63 |
fol. fol.
φλε (535)
<περὶ μήκωνος·> <μ>ήκων ῥοιάς· [οἱ δὲ ὀξύτονον [1], Ῥωμαῖοι παπάβερ ἄλβου<μ>, Αἰγύπτιοι ναντί.] ὠνό-
μασται διὰ τὸ ταχέως τὸ ἄνθος ἀποβάλλειν· φύεται δὲ ἐν ἀρούραις [ἢ Ϡ ἐν κριθαῖς ἑάρος [2], ὅτε
καὶ συλλέγεται. ἔοικε δὲ τὰ φύλλα [ὀριγάνῳ ἢ εὐζώμῳ ἢ] κιχορίῳ ἢ θύμῳ, ὑπεσχισμένα [3],
μακρότερα δὲ καὶ τραχ<ύτερ>α· καυλὸν δὲ <ἔχει> σχοινώδη, ὄρθιον, τραχύν, ὡς πήχεως, ἄνθος φοι-
νικοῦν, ἐνίοτε δὲ λευκόν, ὅμοιον τῷ τῆς ἀγρίας ἀνεμώνης· κεφαλὴ δὲ προμήκης, ἧττον μέντοι
[ἢ] τῆς ἀνεμώνης, καρπὸς πυρρός, ῥίζα ἐπιμήκης, ὑπόλευκος, δακτύλου ἔχουσα μικροῦ πάχος, πι-
κρά. {2} ταύτης κεφαλὰς πέντε ἢ ἓξ μετ' [4] οἴνου κυάθων [5] τριῶν [6] ἑψήσας, ὥστε εἰς δύο ἀγαγεῖν, πότιζε
fol. fol.
οὓς ἂν βούλῃ ὑπνῶσαι. τοῦ δὲ σπέρματος ὅσον ὀξύβαφον <ποθὲν> σὺν μελικράτῳ κοιλίαν ἠπίως μαλάσσει·
μείγνυται δὲ καὶ μελιτώμασι καὶ ἰτρίοις πρὸς τὸ αὐτό. τὰ δὲ φύλλα σὺν ταῖς κωδύαις καταπλα-
σθέντα φλεγμονὰς ἰᾶται· καὶ προσάντλημα δὲ αὐτῶν προσκλυθέν [7] ὑπνοποιόν ἐστιν.