Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
perfume de Mégalo | Megálleion [myron] μεγάλλειον [μύρον] |
- | 1.58.3 |
περὶ μεγαλίου· τὸ δὲ μεγάλιον [1] καλούμενον πάλαι μέν πο-
τε ἐσκευάζετο, ἐκλέλοιπε δὲ νῦν. πρὸς ἐκπλήρωσιν δὲ τῆς ἱστορίας οὐκ ἔστιν ἄτοπον
ἐπιμνησθῆναι καὶ τούτου. <τούτου> δὲ σκευασία ἡ αὐτὴ τῷ ἀμαρακίνῳ, πλεονάζει δὲ τῇ ῥητίνῃ
καὶ ταύτῃ διαφέρει. ἔστι δὲ μαλακτικὸν ἠπίως. ἡ μέντοι ῥητίνη μίγνυται τοῖς μύροις οὔ-
τε φυλακῆς οὔτε ἡδονῆς χάριν, χρώματος δὲ καὶ πάχους ἕνεκα. μίγνυται δὲ ἡ τερεβιν-
θίνη ἀφεψομένη, ἄχρις <ὅτου> ἂν ἄοσμος γένηται. δηλωθήσεται δὲ ἐν τοῖς περὶ ῥητίνης ἡ ἕψη-
σις αὐτῆς [2].