Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
oruga | eúzōmon εὔζωμον |
Eruca vesicaria (L.) Cav. subsp. sativa (Miller) Thell. |
2.140 |
σξθ (269)
Texto provisional
εὔζωμον·[Ῥωμαῖοι ἠρούκαμ, Αἰγύπτιοι ἐθρεκιγκίν, Ἄφροι ἀσουρήκ.]
πλεῖον βρωθὲν συνουσίαν παρορμᾷ, καὶ τὸ σπέρμα δ᾽ αὐτοῦ τὸ αὐτὸ ποιεῖ, οὐρητικὸν ὑπάρχον καὶ πεπτικὸν καὶ εὐκοίλιον· χρῶνται δὲ τῷ σπέρματι καὶ εἰς τὰς ἀρτύσεις τῶν ἑψημάτων. ἀποτίθενται δὲ αὐτὸ πρὸς τὸ πλείονα μένειν χρόνον γάλακτι ἢ ὄξει φυρῶντες καὶ ἀναπλάσσοντες τροχίσκους. γίνεται δὲ καὶ ἄγριον εὔζωμον, μάλιστα <δὲ> ἐν τῇ κατὰ τὴν ἑσπέραν Ἰβηρίᾳ, οὗ τῷ σπέρματι καὶ ἀντὶ σινήπεως οἱ τῇδε ἄνθρωποι χρῶνται. ἔστι δὲ οὐρητικώτερον καὶ δριμύτερον πολλῷ τοῦ ἡμέρου.