Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
perfume de mejorana | amarákinon [mýron] ἀμαράκινον [μύρον] |
Origanum majorana L. |
1.58 |
fol. fol.
νη (58)
περὶ ἀμαρακίνου· ἀμαράκινον δὲ ἐν κυζίκῳ
κάλλιστον γίνεται. σκευάζεται δὲ διά τε ὀμφακίνου ἐλαίου καὶ βαλανίνου, στυφομένων ξυλο-
βαλσάμῳ, σχ<ο>ίνῳ, καλάμῳ, ἡδυνομένων δὲ ἀμαράκῳ, κόστῳ, ἀμώμῳ, νάρδῳ, κασ-
σίᾳ, καρποβαλσάμου [1] καὶ σμύρνῃ. οἱ δὲ πολυτελέστερον αὐτὸ ποιοῦντες μίσγουσι καὶ κινά-
fol. fol.
μωμον· παραλαμβάνονται [2] δὲ μέλι καὶ οἶνος εἰς τὴν τῶν ἀγγείων χρῆσιν [3] καὶ φύρασιν τῶν κεκομ-
μένων ἀρωμάτων. {2} ἔστι δὲ θερμαντικόν, καρωτικόν, μαλακτικόν, ἀναστομωτικόν, πυρωτικόν, οὐ-
ρητικόν, εὐχρηστοῦν εἴς τε τὰς σῆπας καὶ [τὰς] σύριγγας καὶ ὑδροκήλας μετὰ τὰς χειρουργίας,
περιρρήσει [4] τε τὰς ἐσχάρας καὶ τὰ τεθηριωμένα ἕλκη, πρός τε δυσουρίαν ἁρμόζει περιχριο-
μένου τοῦ δακτυλίου, καὶ πρὸς τὰς φλεγμονὰς αὐτοῦ καὶ πρὸς αἱμορροίδων ἀναστόμωσιν
περιχριόμενον, ἔμμηνά τε κινεῖ προστιθέμενον τῇ μήτρᾳ καὶ σκληρίας καὶ οἰδήματα
ἐν ὑστέρᾳ διαφορεῖ, καὶ πρὸς τὰ νευρότρωτα καὶ μυότρωτα συμφέρει ἐν πιλώμασιν [5] ἀραιῶς [6]
βρεχόμενον καὶ ἐπιτιθέμενον.