Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
alkaía gr. | alkaía ἀλκαία |
Malva moschata L. |
3.147 |
υξβ (462)
Texto provisional
ἀλκαία· καὶ αὕτη εἶδός ἐστιν ἀγρίας μολόχης, ἔχουσα φύλλα ἐπεσχισμένα πρὸς τὰ τῆς ἱερᾶς βοτάνης, καυλοὺς τρεῖς ἢ τέσσαρας, φλοιὸν ἔχοντας καννάβει παραπλήσιον, ἄνθος μικρόν, ἐμφερὲς ῥόδῳ, ῥίζας λευκάς, πλαγίας, πέντε ἢ ἕξ, ὅσον πήχεως, αἵτινες ἐν οἴνῳ ἢ ὕδατι πινόμεναι δυσεντερίαν καὶ ῥήγματα ἰῶνται.