Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
helecho común | thēlypterís θηλυπτερίς |
Pteridium aquilinum (L.) Kuhn |
4.185 |
χνη (658)
Texto provisional
θηλυπτερίς· οἱ δὲ νυμφαίαν πτέριν ὀνομάζουσι. τὰ μὲν φύλλα πτέριδι ὅμοια, οὐ μονόμοσχα δὲ ὡς τὰ ἐκείνης, ἀλλὰ πολλὰς ἔχοντα ἀποφύσεις καὶ ὑψηλοτέρας· ῥίζαι δ᾽ ὕπεισι πλάγιαι, μακραί, πλείους ὑπόξανθοι ἐν τῷ μέλανι, τινὲς δ᾽ ἐρυθραί. καὶ αὗται δὲ σὺν μέλιτι ἐν ἐκλεικτῷ πλατεῖαν ἕλμιν ἐξάγουσι, σὺν οἴνῳ δὲ πινόμεναι δραχμῶν τριῶν πλῆθος στρογγύλην ἐκτινάσσουσιν ἕλμιν· γυναιξὶ δὲ δοθεῖσαι ἀσυλλημψίαν ποιοῦσι, κἂν ἔγκυος δὲ λάβῃ, ἐκτιτρώσκει. ξηραὶ δὲ καὶ ἐπὶ τῶν δυσαλθῶν καὶ καθύγρων ἑλκῶν ἐπιπάσσονται, λόφους τε ὑποζυγίων ἰῶνται. τὰ δὲ φύλλα αὐτῆς ἀρτίβλαστα λαχανευθέντα ἑφθὰ καὶ βρωθέντα κοιλίαν μαλάσσει.