Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
trágion gr. | trágion τράγιον |
Pistacia palaestina Boiss. |
4.49 |
φκ (520)
Texto provisional
τράγιον· φύεται μὲν ἐν Κρήτῃ μόνῃ. ἔχει δὲ τὰ μὲν φύλλα σχίνῳ ὅμοια καὶ τὰς ῥάβδους καὶ τὸν καρπόν, μικρότερα δὲ πάντα· φέρει δὲ καὶ ὀπὸν κόμμει παραπλήσιον. ταύτης τὰ φύλλα καὶ ὁ καρπὸς καὶ τὸ δάκρυον καταπλασσόμενα σὺν οἴνῳ ἐπισπᾶται σκόλοπας καὶ πάντα τὰ ἐμπηγνύμενα, πινόμενα δὲ στραγγουρίας ἰᾶται καὶ λίθους τοὺς ἐν κύστει θρύπτει καὶ καταμήνια ἄγει· λαμβάνεται δὲ ὁλκὴ δραχμῆς μιᾶς. φασὶ δὲ καὶ τὰς ἀγρίας αἶγας τοξευθείσας καὶ νεμηθείσας τὴν πόαν ἐκβάλλειν τὰς ἀκίδας.