Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
hierba de los pordioseros | klēmatîtis, hetéra κληματῖτις, ἑτέρα |
Clematis vitalba L. |
4.180desplazado |
Texto provisional
ἑτέρα κληματίς· [οἱ δὲ ἡπατῖτις, Αἰγύπτιοι φιλάκουον, Ῥωμαῖοι ἀμβούξου<μ>, οἱ δὲ <οὐ>ολούκρουμ λακτούκις.] κλῆμα ἀνίησιν ὑπέρυθρον, λυγῶδες, φύλλον δριμὺ λίαν γευομένῳ καὶ ἑλκωτικόν. περιελίττεται δὲ τοῖς δένδρεσιν ὡς μῖλαξ. ταύτης ὁ καρπὸς λεῖος μεθ᾽ ὕδατος ἢ ὑδρομέλιτος ποθεὶς ἄγει κάτω φλέγμα καὶ χολήν. τὰ δὲ φύλλα καταπλασθέντα
λέπρας ἀφίστησι· καὶ ταριχεύεται δὲ μετὰ λεπιδίου εἰς βρῶσιν.