Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
acebuche | agrielaía ἀγριελαία |
Olea europaea L. var. sylvestris Mill. |
1.105 |
fol. fol.
ρε (105)
περὶ ἀγριελαίας· ἀγριελαία, ἣν ἔνιοι
κότινον καλοῦσιν, οἱ δὲ αἰθιοπικὴν ἐλαίαν, ἔχει τὰ φύλλα στυπτικά. λεῖα δὲ καταπλασθέντα ἐφεκτικά
ἐστιν ἐρυσιπελάτων, ἑρπήτων, ἐπινυκτίδων, ἀνθράκων, νομῶν, παρωνυχιῶν, περιχαρακτικά
<τε> ἐσχαρῶν σὺν μέλιτι καταπλασσόμενα· ἀνακαθαίρει δὲ καὶ τὰ ῥυπαρὰ ἕλκη, διαφορεῖ καὶ φύγε-
θλα καὶ φλεγμονὰς σὺν μέλιτι καταπλασθέντα, καὶ δέρμα κεφαλῆς ἀποσπασθὲν παρακολλᾷ·
ἰᾶται δὲ καὶ τὰ ἐν στόματι ἕλκη καὶ ἄφθας διαμασηθέντα, καὶ ὁ χυλὸς δὲ αὐτῶν καὶ τὸ ἀφέψη-
μα τὸ αὐτὸ ποιεῖ. {2} ἐπέχει δὲ καὶ αἱμορραγίαν καὶ ῥοῦν γυναικεῖον προστιθέμενος ὁ χυλὸς, καὶ τὰ
<φύλλα τὰ> ἐν ὀφθαλμοῖς σταφυλώματα καὶ φλυκταίνας, ἔτι δὲ ἕλκη καὶ παλαιὰ ῥεύματα στέλλει· διὸ
καὶ μιγέντα κολλυρίοις πρὸς τὰς τῶν βλεφάρων διαβρώσεις εὐθετεῖ. χυλίζοντας δὲ δεῖ κόπτειν
τὰ φύλλα καὶ περιχέοντας [1] οἶνον ἢ ὕδωρ ἐκθλίβειν καὶ ξηράναντας ἐν ἡλίῳ ἀναπλάσσειν·
ἔστι δ᾽ εὐτονώτερος ὁ διὰ τοῦ οἴνου ἐκθλιβόμενος καὶ εἰς ἀπόθεσιν μᾶλλον τοῦ δι᾽ ὕδατος <ἁρμόζει>· ποιεῖ δὲ
καὶ πρὸς ὦτα πυορροοῦντα καὶ εἱλκωμένα. τὰ δὲ φύλλα καὶ ἐπὶ κοιλιακοῖς [2] εὐθετεῖ κατα-
πλασσόμενα σὺν ὠμῇ λύσει. {3} καίεται δὲ τὰ φύλλα μετὰ τῶν ἀνθῶν καὶ ἀντὶ σποδίου λαμβά-
νεται [3] ἐν χύτρᾳ ὠμῇ περιπλασομένῃ [4] πηλῷ τὸ στόμα μέχρι[ς] ὀπτήσεως τοῦ κεράμου, ἔ-
πειτα κατασβέννυται οἴνῳ καὶ φυραθέντα πάλιν οἴνῳ ὁμοίως καίεται, εἶτα πλύνεται ὡς
τὸ ψιμύθιον καὶ ἀναπλάσσεται. δοκεῖ δὲ ἡ τοιαύτη καῦσις μὴ λείπεσθαι τοῦ σποδίου εἰς τὰ ὀφθαλ-
μικά, ὅθεν καὶ τὴν δύναμιν ὁμοίαν ἡγητέον. δύναται δὲ τὰ αὐτὰ καὶ τὰ τῆς ἡμέρου ἐλαίας φύλλα, λεί-
πεται δὲ τῇ δυνάμει, ὅθεν πρὸς [5] τὰ ὀφθαλμικὰ μᾶλλον ἁρμόζει διὰ τὸ ἐπιεικέστερον. {4} τὸ δὲ ἐκ
χλωροῦ τοῦ ξύλου καιομένου ἐκκρινόμενον ὑγρὸν πίτυρα καὶ ψώρας καὶ λειχῆνας καταχριόμενον ἰᾶται.
fol. fol.
καὶ ὁ καρπὸς δὲ αὐτῶν καταπλασθεὶς πίτυρα καὶ νομὰς θεραπεύει. τὸ δὲ ἐντὸς τοῦ πυ-
ρῆνος [6] μετὰ στέατος καὶ ἀλεύρου λεπροὺς ὄνυχας ἐκτινάσσει.