Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
tusílago | bēkhion βήχιον |
Tussilago farfara L. |
3.112 |
fol. fol.
υκη (428)
Texto provisional
<περὶ βηχίου·> βήχιον· [οἱ δὲ
ῥίχιον [1], οἱ δὲ πετρίνη,] οἱ δὲ πέγενον [2], οἱ δὲ πίθιον, [οἱ δὲ παγγόνατον, οἱ δὲ χαμαιλεύ-
κην, οἱ δὲ πρόχετον, οἱ δὲ ἀκρόφυλλον, οἱ δὲ χαμαίγειρον, Αἰγύπτιοι σααρθρά,
Ῥωμαῖοι τουσσιλάγω, οἱ δὲ φαρφάριαμ, οἱ δὲ πουστουλάγω, Βέσσοι ἀσᾶ.] φύλλα ἔχει ὅμοια κισσῷ, μείζονα δέ, ἓξ ἢ ἑπτὰ ἀπὸ τῆς <αὐτῆς> ῥίζης, ἐκ μὲν τῶν πρὸς τὰ κάτω ἔκλευκα, ἐκ δὲ τῶν πρὸς τὰ ἄνω χλωρά, γωνίας πλείους ἔχοντα, καυλὸν σπιθαμιαῖον, ἄνθος ὠχρὸν κατὰ τὸ ἔαρ· ὀξέως δ᾽ ἀποβάλλει τό τε ἄνθος καὶ τὸ καυλίον, ὅθεν τινὲς ὑπέλαβον ἄκαυλον καὶ ἀνανθῆ ὑπάρχειν τὴν πόαν· ῥίζα λεπτή, ἄχρηστος· φύεται περὶ λιβάδας καὶ ἐνύδρους τόπους. {2} ταύτης τὰ φύλλα λεῖα σὺν μέλιτι καταπλασσόμενα ἐρυσιπέλατα καὶ πᾶσαν φλεγμονὴν ἰᾶται· ὑποθυμιώμενα δὲ ξηρὰ εἰς ὑποκαπνισμὸν τοὺς ὑπὸ ξηρᾶς βηχὸς καὶ ὀρθοπνοίας ἐνοχλουμένους θεραπεύει, ὅταν χανόντες τὸν καπνὸν δέξωνται τῷ στόματι καὶ καταπίωσι· ῥήσσει δὲ καὶ τὰ ἐν θώρακι ἀποστήματα. τὸ δ᾽ αὐτὸ ποιεῖ καὶ ἡ ῥίζα ὑποθυμιωμένη καὶ ἔμβρυον τεθνηκὸς ἐκβάλλει ἐν ὑδρομέλιτι ἑφθὴ πινομένη.