Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
apio caballar | hipposélēnon ἱπποσέληνον |
Smyrnium olusatrum L. |
3.67 |
τπγ (383)
Texto provisional
ἱπποσέλινον· οἱ δὲ ἀγρίολον, οἱ δὲ ἀγριοσέλινον, οἱ δὲ σμύρνιον καλοῦσι, Ῥωμαῖοι δὲ ὀλέσαθρον, ἑτέρου τοῦ κυρίως λεγομένου σμυρνίου ὑπάρχοντος, ὡς αὐτίκα ἱστορήσομεν. ἔστι δὲ μεῖζον καὶ λευκότερον τοῦ κηπευτοῦ σελίνου, καυλὸς δὲ κοῖλος, ὑψηλός, τρυφερός, οἱονεὶ γραμμὰς ἔχων, φύλλα πλατύτερα, ὑποφοινισσόμενα, ἐν οἷς ἐστιν ὡς λιβανωτίδος κόμη μεστὴ ἄνθους, κατὰ κορύμβους πρὶν ἐξανθῆσαι συνεστῶσα· σπέρμα δὲ μέλαν, ἐπίμηκες, ναστόν, δριμύ, ἀρωματίζον, ῥίζα λευκή, εὐώδης, εὔστομος, οὐ παχεῖα. {2} φύεται ἐν συσκίοις <τόποις> καὶ παρ᾽ ἕλεσι. λαχανεύεται δὲ ὥσπερ τὸ σέλινον· καὶ ἡ ῥίζα δὲ ἑφθή τε καὶ ὠμὴ ἐσθίεται τά τε φύλλα καὶ οἱ καυλοὶ ἑφθά, καθ᾽ ἑαυτά τε καὶ μετὰ ἰχθύων σκευάζεται· καὶ ὠμὰ δὲ ταριχεύεται εἰς ἁλμαίας. δύναμιν δὲ ἔχει ὁ καρπὸς πινόμενος ἐν οἰνομέλιτι ἐμμήνων ἀγωγόν, θερμαίνει τε τοὺς ῥιγοῦντας πινόμενος καὶ συγχριόμενος στραγγουρίαις τε βοηθεῖ· καὶ ἡ ῥίζα δὲ τὰ αὐτὰ ποιεῖ.