fol. fol.
fol. fol.
πεδακίου [1] διοσκορίδου ἀναζαρβέως περὶ ὕλης ἰατρικῆς, λόγος πρῶτος
<Π>ολλῶν οὐ μόνον ἀρχαίων ἀλλὰ καὶ νέων συνταξαμένων περὶ τῆς τῶν φαρμάκων
σκευασίας τε καὶ δυνάμεως καὶ δοκιμασίας, φίλτατε ἄρειε, πειράσομαι σοι παρα-
στῆσαί μὴ κενὴν μηδὲ ἄλογον ὁρμὴν ἐσχηκέναι με πρὸς τήνδε τὴν πραγματείαν διὰ
τὸ τοὺς μὲν αὐτῶν μὴ τετελειωκέναι, τοὺς δὲ ἐξ ἱστορίας τὰ πλεῖστα ἀναγράψαι. ἰόλλας μὲν
γὰρ ὁ βυθηνὸς [2] καὶ ἡρακλείδης ὁ ταραντῖνος ἐπ᾽ ὀλίγον ἥψαντο τῆς <αὐτῆς> πραγματείας τὴν βο-
<τα>νικὴν παντελῶς ἐάσαντες παράδοσιν, οὐ μὴν οὐδὲ τῶν μεταλλικῶν ἢ ἀρωμάτων
πάντες [3] ἐμνημόνευσαν. κρατίας [4] δὲ ὁ ῥιζοτόμος καὶ ἀνδρέας ὁ ἰατρός, οὗτοι γὰρ δοκοῦ-
σιν ἀκριβέστερον τῶν λοιπῶν περὶ τοῦτο τὸ μέρος ἀνεστράφθαι, πολλὰς ῥίζας εὐχρηστοτά-
τας καί τινας βοτάνας ἀπαρασημειώτους εἴασαν. {prol.2} πλὴν τοῖς μὲν ἀρχαίοις μαρτυρη-
τέον μετὰ τῆς ὀλιγότητος τῶν παραδοθέντων καὶ τὴν ἀκρίβειαν προσπαραλαβοῦσι,
τοῖς μέντοι νέοις οὐ συγκαταθετέον, ὧν ἐστι βάσσος ὁ τυλαῖος [5] καὶ νικήρατος καὶ πετρώ-
νιος νίγερ τε καὶ διόδοτος, ἀσκληπιάδειοι πάντες, οἳ τὴν μὲν πᾶσι σύμφυλλον [6] καὶ γνώ-
ριμον ὕλην ἠξίωσαν ἐπὶ ποσὸν ἀναγραφῆς ἀκριβοῦς, τὰς δὲ τῶν φαρμάκων δυ-
νάμεις καὶ δοκιμασίας ἐξ ἐπιδρομῆς παρέδοσαν, οὐ τῇ πείρᾳ τὴν ἐνέργει-
αν αὐτῶν κανονίζοντες, τῇ δὲ τῆς αἰτίας κενοφωνίᾳ εἰς ὄγκoν [7] ἀναφέροντες
μετὰ τοῦ καὶ ἄλλα ἀντ᾽ ἄλλων γράφειν. {prol.3} ὁ γοῦν διαπρεπὴς δοκῶν εἶναι ἐν αὐτοῖς νί-
γερ τὸ Εὐφόρβιόν φησιν ὀπὸν εἶναι χαμελαίας γεννωμένης ἐν Ἰταλίᾳ καὶ τὸ ἀν-
δρόσαιμον ταὐτὸ ὑπάρχειν ὑπερικῷ, ἀλόην δὲ ὀρυκτὴν ἐν Ἰουδαίᾳ γεννᾶσθαι,
καὶ ἄλλα τούτοις ὅμοια πλεῖστα παρὰ τὴν ἐνάργειαν ἐκτίθεται ψευδῶς, ἅπερ
ἐστὶ τεκμήρια οὐκ αὐτοψίας ἀλλὰ τῆς ἐκ παρακουσμάτων ἱστορίας. ἥμαρτον δὲ
καὶ περὶ τὴν τάξιν, οἱ μὲν ἀσυμφύλους δυνάμεις συγκρούσαντες, οἱ δὲ κατὰ στοιχεῖον
καταγράψαντες, διαζεύξαντες [8] τῆς ὁμογενείας τά τε γένη καὶ τὰς ἐνεργείας αὐτῶν,
ὡς διὰ τοῦτο ἀσυμμνημόνευτα γίνεσθαι. {prol.4} ἡμεῖς δὲ ὡς εἰπεῖν ἐκ πρώτης ἡλικίας ἄληκτόν
τινα ἔχοντες ἐπιθυμίαν περὶ τὴν ἐπίγνωσιν τῆς ὕλης καὶ πολλὴν γῆν ἐπελθόντες,
fol. fol.
οἶσθα γὰρ ἡμῖν στρατιωτικὸν τὸν βίον, συναγηόχαμεν τὴν πραγματείαν ἐν ἕξ [9] βιβλίοις
σοῦ προτρεψαμένου, ᾧ καὶ τὴν σύνταξιν ἀνατιθέαμεν [10], εὐχάριστον ἐκπληροῦντες
πάθος δι᾽ ἣν ἔχεις πρὸς ἡμᾶς διάθεσιν, φύσει μὲν πρὸς πάντας τοὺς ἀπὸ παιδείας ἀναγομένους
οἰκειούμενος, μάλιστα δὲ πρὸς τοὺς ὁμοτέχνους, ἰδιαίτερον δὲ πρὸς ἡμᾶς. δεῖγμα δὲ
οὐ σμικρὸν τῆς ἐν σοὶ καλοκἀγαθίας καὶ ἡ τοῦ κρατίστου λαικανίου βάσσου πρὸς σὲ διάθε-
σις, ἣν ἔγνωμεν συνδιάγοντες ὑμῖν ἀξιοζήλωτον τὸ παρ᾽ ἀμφοτέρους [11] ὑμῶν πρὸς
ἀλλήλους εὔνουν ὁρῶντες. {prol.5} παρακαλοῦμεν δὲ σὲ καὶ τοὺς ἐντευξομένους τοῖς
ὑπομνήμασι μὴ τὴν ἐν λόγοις δύναμιν ἡμῶν σκοπεῖν, ἀλλὰ τὴν ἐν τοῖς πράγμασι
μετ᾽ ἐμπειρίας ἐπιμέλειαν. μετὰ γὰρ πλείστης ἀκριβείας τὰ λοῖπα [12] δι᾽ αὐτοψίας γνόντες,
τὰ δὲ ἐξ ἱστορίας τοῖς [13] πᾶσι συμφώνου καὶ ἀνακρίσεως τῶν παρ᾽ ἑκάστοις ἐπιχωρίων ἀ-
κριβώσαντες πειρασόμεθα καὶ τῇ τάξει διαφόρῳ χρήσασθαι καὶ τὰ γένη κατὰ [14] τὰς δυ-
νάμεις <ἑκάστου> αὐτῶν ἀναγράψασθαι. ὅτι γε μὴν ἀναγκαῖος ὑπάρχει ὁ περὶ φαρμάκων λό-
γος, παντί που δῆλον, συνεζευγμένος ὅλῃ τῇ τέχνῃ καὶ τὴν ἀπ᾽ αὐτοῦ [15] συμμαχίαν ἀήτ-
τητον παντὶ μέρει παρεχόμενος, καὶ διότι δύναται αὔξεσθαι κατά τε τὰς σκευασίας καὶ τὰς μίξεις
καὶ τοὺς ἐπὶ τῶν παθῶν πειρασμοὺς πλεῖστα συμβαλλομένης τῆς περὶ ἕκαστον τῶν φαρ-
μάκων γνώσεως. {prol.6} προσπαραλημψόμεθα δὲ καὶ τὴν συνήθη καὶ σύμφυλλον [16] ὕλην, ἵνα
ἡ γραφὴ γένηται τελεία. πρὸ πάντων δὲ [17] φροντίζειν τῆς ἀποθέσεως καὶ συλλογῆς ἑκάστου
κατὰ τοὺς οἰκείους καιροὺς προσήκει· παρὰ γὰρ δὴ τούτους ἢ ἐνεργεῖ [18] ἢ ἐξίτηλα γίνεται τὰ φάρμακα· αἰθρί-
ου γὰρ ὄντος τοῦ καταστήματος συλλέγειν δεῖ. μεγάλη γὰρ καὶ τούτων [19] ὑπάρχει διαφορὰ παρὰ τὸ
αὐχμῶν ἢ ὄμβρων <παρα>γινομένων τὴν συλλογὴν ποιεῖσθαι, ὥσπερ καὶ [20] τὸ ὀρεινοὺς καὶ ὑψηλοὺς
καὶ διαπνεομένους καὶ ψυχροὺς καὶ ἀνύδρους εἶναι τοὺς τόπους· ἰσχυρότεραι γάρ εἰσιν αἱ δυ-
νάμεις αὐτῶν. αἱ δὲ ἐν πεδινοῖς καὶ καθύγροις <τόποις> καὶ κατασκίοις καὶ μὴ διαπνεομένοις ἀτο-
νώτεραι κατὰ τὸ πλεῖστον, καὶ μᾶλλον αἱ μὴ καθ᾽ ὥραν εὐκαίρως συλλεγεῖσαι ἢ δι᾽ ἀσθένειαν
ἐφθινηκυῖαι. {prol.7} οὐκ ἀγνοητέον μέντοι ὅτι πολλάκις ταῦτα [21] παρὰ τὴν ἰδιότητα τῆς χώρας
καὶ παρὰ τὴν σύγκρασιν τοῦ ἔτους τάχιον ἢ βράδιον ἀκμάζει, ἔνια δὲ καὶ παρὰ τὴν ἑ-
αυτῶν ἰδιότητα ἐν χειμῶνι ἄνθη τε καὶ φύλλα φέρει, τινὰ δὲ καὶ δὶς τοῦ ἔτους ἀνθο-
φορεῖ. τὸν δὲ βουλόμενον ἐν τούτοις ἐμπειρίαν ἔχειν δεῖ κατά τε τὴν ἀρτιφυῆ βλά-
στησιν ἐκ τῆς γῆς καὶ ἀκμάζουσι καὶ παρηκμακόσι παρατυγχάνειν· οὔτε γὰρ ὁ τῇ βλαστή-
fol. fol.
<σει> ἐντετυχηκὼς μόνον δύναται τὸ ἀκμάζον γνωρίσαι οὔτε ὁ ἑωρακὼς τὰ ἀκμάζοντα τὸ
ἀρτιφυὲς ἐπιγνῶναι. παρὰ γὰρ τοὺς μετασχηματισμοὺς τῶν φύλλων καὶ τὰ μεγέθη
τῶν καυλῶν καὶ ἀνθῶν καὶ καρπῶν καί τινας ἄλλας ἰδιότητας μεγάλη πλάνη γίνεται ἐπ᾽
ἐνίοις [22] τοῖς μὴ οὕτω τὴν θέαν ποιησαμένοις. {prol.8} παρὰ ταύτην γοῦν τὴν αἰτίαν τινὲς τῶν ἀνα-
γραψαμένων ἐπλανήθησαν εἰπόντες τινὰ μήτε ἄνθη μήτε καυλὸν μήτε καρπὸν φέ-
ρειν, καθάπερ ἐπὶ τῆς ἀγρώστεως καὶ βηχίου καὶ πενταφύλλου. ὁ δὲ πολλάκις ἐντετευ-
χὼς αὐτοῖς καὶ ἐν πολλοῖς τόποις μάλιστα τὴν ἐπίγνωσιν ποιήσεται. χρὴ μέντοι εἰδέ-
ναι ὅτι μόνα [23] τῶν βοτανικῶν φαρμάκων ἐπὶ πολλὰ ἔτη διαμένει, οἷον ἐλλέβορος λευ-
κὸς καὶ μέλας, τὰ δὲ λοιπὰ μέχρι τριετίας ἐστὶν εὔχρηστα. τὰ μὲν οὖν ἐρνώδη, <ὧν> ἐστι στοιχάς,
χαμαίδρυς, πόλιον, ἁβρότονον, σέριφον, ἀψίνθιον, ὕσσωπον καὶ τὰ ὅμοια τούτοις,
συλλέγειν δεῖ ἐγκύμονα τῶν σπερμάτων, ἄνθη δὲ πρὸ τῆς ἀποπτώσεως αὐτῶν, τοὺς δὲ
καρποὺς πεπείρους <ὄντας>, καὶ τὰ σπέρματα δὲ ἀρχόμενα ξηραίνεσθαι πρὸ τοῦ ἀπορρεῖν· χυλίζειν δὲ
τὰς βοτάνας ἀρτιβλάστων ὄντων τῶν καυλῶν, ὁμοίως καὶ τὰ φύλλα, ὀποὺς δὲ καὶ
δάκρυα λαμβάνειν τέμνοντας ἐν ἀκμῇ <ἔτι> τοὺς καυλούς, τὰς δὲ εἰς ἀπόθεσιν ῥίζας καὶ
χυλίσματα καὶ φλοιοὺς ἀφαιρεῖν ἀρχομένων φυλλορροεῖν τῶν βοτανῶν· καὶ τὰς μὲν
καθαρὰς αὐτόθεν ξηραίνειν ἐν τόποις ἀνοτίστοις, τὰς δὲ μετεχούσας γῆς ἢ πηλοῦ πλύνειν ὕ-
δατι. ἀποτίθεσθαι δὲ καὶ ἄνθη καὶ ὅσα εὐώδη τυγχάνει ἐν κιβωτίοις φιλυρίνοις ἀνοτίστοις,
ἔστι δ᾽ ὅτε καὶ ἐν χάρτῃ [24] ἢ φύλλοις χρησίμοις [25] περιδεῖται πρὸς συμμονὴν τῶν σπερμάτων. πρὸς δὲ
τὰ ὑγρὰ φάρμακα ἁρμόσει ὕλη πᾶσα [πυκνὴ] ἐξ ἀργύρου ἢ ὑέλου [26] ἢ κεράτων γεγενημέ-
νη, καὶ ὀστρακίνη δὲ ἡ μὴ ἀραιὰ εὔθετος, ξυλίνη [27] δὲ ὅσα ἐκ πύξου κατασκευάζεται. τὰ δὲ χαλ-
κᾶ ἀγγεῖα ἁρμόσει πρὸς τὰ ὀφθαλμικὰ [καὶ] ὑγρὰ [φάρμακα] καὶ ὅσα δι᾽ ὄξους ἢ πίσσης ὑ-
γρᾶς ἢ κεδρίας σκευάζεται· στέατα δὲ καὶ μυελοὺς ἐν κασσιτερίνοις [ἀγγείοις] ἀποτί-
θεσθαι.