Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
liga de muérdago | ixós ἰξός |
Loranthus europaeus Jacq. |
3.89 |
fol. fol.
υε (405)
Texto provisional
<περὶ ἰξοῦ·> ἰξός· ἔστι καλὸς ὁ λεῖος, πρασίζων τῷ χρώματι κατὰ τὸ ἐντός,
ἐκτὸς δὲ ὑπόξανθος, μηδὲν ἔχων τραχὺ ἢ πιτυρῶδες. συνάγεται δὲ ἔκ τινος καρποῦ
fol. fol.
περιφεροῦς, γεννωμένου ἐν ἰξίᾳ τῇ ἐχούσῃ τὰ φύλλα ὅμοια πύξῳ. κόπτεται δὲ ὁ καρπός, εἶτα πλύνεται, εἶτα ἕψεται ἐν ὕδατι· ἔνιοι δὲ μασώμενοι αὐτὸν ἐργάζονται. γίνεται δὲ καὶ ἐκ μηλέας καὶ ἀπίου καὶ ἐξ ἄλλων δένδρων· εὑρίσκεται δὲ καὶ πρὸς ῥίζαις θάμνων τινῶν. {2} δύναται δὲ διαφορεῖν, μαλάσσειν, ἐπισπᾶσθαι, συμπέσσειν φύματα, παρωτίδας καὶ τὰς ἄλλας ἀποστάσεις μιγεὶς ῥητίνῃ καὶ κηρῷ ἴσοις, ἐπινυκτίδας τε ἐν σπληνίῳ ἰᾶται. σὺν λιβανωτῷ δὲ ἕλκη παλαιὰ καὶ κακοήθεις ἀποστάσεις μαλάσσει καὶ σπλῆνα τήκει σὺν ἀσβέστῳ καὶ λίθῳ γαγάτῃ ἢ ἀσσίῳ ἑψηθεὶς καὶ ἐπιτεθείς· ἕλκει δὲ καὶ ὄνυχας σὺν ἀρσενικῷ ἢ σανδαράκῃ ἐπιπλασθείς, μιγεὶς δὲ ἀσβέστῳ καὶ τρυγὶ ἐπιτείνει τὴν δύναμιν αὐτῶν.