Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
cal viva | ásbestos ἄσβεστος |
- | 5.115 |
ψπε (785)
Texto provisional
ἄσβεστος δὲ γίνεται μὲν οὕτως· τῶν θαλαττίων κηρύκων τὰ ὄστρακα λαβὼν πυρὶ ἔγκρυψον ἢ εἰς κλίβανον διάπυρον καθεὶς ἄφες ἐννυκτερεῦσαι. τῇ δὲ ἐχομένῃ, ἐὰν μὲν λευκότατα γένηται, ἀνελοῦ· εἰ δὲ μή, πάλιν καῖε, ἄχρις ἂν ἱκανῶς λευκανθῇ. εἶτα ἀποβάψας αὐτὰ εἰς ψυχρὸν ὕδωρ ἔμβαλε εἰς χύτραν καινὴν καὶ σκεπάσας αὐτὰ ῥάκεσιν ἐπιμελῶς ἔασον ἐνταῦθα νύκτα μίαν. πρωὶ δὲ ἀνελόμενος ἀπειληφυῖαν τὸ παντελὲς τῆς κατεργασίας ἀποτίθεσο. {2} σκευάζεται δὲ καὶ ἐκ λίθων κοχλάκων καὶ τῆς χυδαίας μαρμάρου, ἥτις καὶ προκρίνεται τῶν ἄλλων ἀσβέστων. δύναμιν δὲ ἔχει πᾶσα κοινῶς ἄσβεστος πυρωτικήν, δηκτικήν, καυστικήν, ἐσχαρωτικήν. μειγνυμένη δέ τισιν ἑτέροις ὡς στέατι ἢ ἐλαίῳ γίνεται πεπτική, μαλακτική, διασκεδαστική, κατουλωτική. ἐνεργεστέραν δὲ καὶ ταύτης ἡγητέον τὴν πρόσφατον καὶ ἄβροχον.