Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
flor de la vid | oinanthē οἰνανθή |
Vitis sylvestris Gmel. |
5.4 |
χο (670)
Texto provisional
οἰνάνθη καλεῖται ὁ τῆς ἀγρίας ἀμπέλου καρπός, ὁπότε ἀνθεῖ. ἀποτίθεσθαι δὲ δεῖ εἰς ἀκώνητον ἀγγεῖον ὀστράκινον συλλέγοντας καὶ ξηραίνοντας ἐπ᾽ ὀθονίῳ ἐν σκιᾷ· καλλίστη δὲ γίνεται ἐν Συρίᾳ καὶ Κιλικίᾳ καὶ Φοινίκῃ. δύναμις δὲ αὐτῆς στυπτική, ὅθεν πινομένη εὐστόμαχος καὶ οὐρητική, κοιλίαν ἐφιστᾶσα καὶ αἵματος πτύσιν ξηρὰ καταπλασθεῖσα, καὶ πρὸς ἀσώδη καὶ ἀποξύνοντα στόμαχον ποιεῖ. {2} ἔστι δὲ καὶ κεφαλαλγίας ἔμβρεγμα σὺν ὄξει καὶ ῥοδίνῳ, χλωρά τε καὶ ξηρὰ κατάπλασμα ἐναίμων ἀφλέγμαντον καὶ ἀρχομένων αἰγιλώπων καὶ τῶν ἐν στόματι οὔλων, καὶ νομῶν τῶν ἐν αἰδοίοις σὺν μέλιτι καὶ κρόκῳ καὶ ῥοδίνῳ καὶ σμύρνῃ λεανθεῖσα, εἴς τε πεσσοὺς μείγνυται πρὸς ἐπίσχεσιν αἵματος, καὶ πρὸς ῥεύματα ὀφθαλμῶν καὶ καυσούμενον στόμαχον καταπλάσσεται σὺν πάλῃ ἀλφίτου καὶ οἴνῳ. καεῖσα δὲ ἐπ᾽ ὀστράκου ἐπὶ διαπύροις ἄνθραξι ποιεῖ πρὸς τὰ ὀφθαλμικά, παρωνυχίας τε καὶ πτερύγια καὶ οὖλα ἀφεστῶτα καὶ αἱμασσόμενα σὺν μέλιτι θεραπεύει.