Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
trigo | semídalis σεμίδαλις |
Triticum aestivum L. |
2.85 |
σιδ (214)
περὶ πυρῶν· πυροὶ πρὸς ὑγιείας χρῆσιν ἄριστοι οἱ πρόσ-
φατοι καὶ τελείως ἡδρηκότες τῇ <τε> χρόᾳ μηλίζοντες, εἶτα μετὰ τούτους οἱ τριμηνιαῖοι, λεγό-
μενοι δὲ ὑπό τινων σιτάνιοι [1]. ὠμοὶ δὲ βρωθέντες ἕλμινθας στρογγύλας γεννῶσι, μαση-
θέντες δὲ καὶ καταπλασθέντες ὠφελοῦσι κυνοδήκτους. ὁ δὲ ἐκ τῆς σεμιδάλεως αὐτῶν
γινόμενος ἄρτος εὐτροφώτερός ἐστι τοῦ συγκομιστοῦ, ὁ δ᾽ ἐκ τῶν σιτανίων [2] ἀλεύρων κου-
φότερος καὶ εὐανάδοτος. τὸ δὲ ἐξ αὐτῶν ἄλευρον σὺν ὑοσκυάμου χυλῷ καταπλάσσεται πρὸς
νεύρων ῥευματισμοὺς καὶ πρὸς ἐμπνευματώσεις ἐντέρων, σὺν ὀξυμέλιτι δὲ φακοὺς αἴρει.
{2} τὸ δὲ πίτυρον σὺν ὄξει δριμεῖ ἑψηθὲν [3] μαστοὺς σπαργῶντας [4] παύει καὶ ἐχιοδήκτοις [5] ἁρμόζει καὶ
στροφουμένοις. ἡ δ᾽ ἐκ τῶν ἀλεύρων ζύμη, θερμαντικὴ οὖσα καὶ ἐπισπαστική, ἰδίως τὰ
ἐν πέλμασι λεπτύνει καὶ τὰ ἄλλα φύματα καὶ δοθιῆνας σὺν ἁλσὶν ἐκπέσσει καὶ ἀναστομοῖ.
τὸ δὲ [6] τῶν σιτανίων [7] πυρῶν ἄλευρον ἰοβόλοις ἁρμόζει καταπλαττόμενον ἐν [8] ὄξει ἢ οἴνῳ, ἑψηθὲν δὲ τρόπον
κόλλης καὶ ἐκλειχόμενον αἱμοπτυικοὺς ὠφελεῖ, καὶ πρὸς βῆχας καὶ ἀρτηρίας τραχυσμοὺς σὺν ἡ-
δυόσμῳ καὶ βουτύρῳ ἑψηθὲν ποιεῖ· καὶ ἡ ἐξ αὐτῶν <δὲ> τῶν πυρῶν γῦρις ἑψηθεῖσα σὺν μελικρά-
τῳ ἢ ὑδρελαίῳ πᾶσαν διαφορεῖ φλεγμονήν. {3} καὶ ὁ ἄρτος σὺν μελικράτῳ ἑφθός τε καὶ ὠμὸς
καταπλασσόμενος πᾶσαν φλεγμονὴν παραμυθεῖται, μαλακτικώτατος ὑπάρχων καὶ παρυπο-
ψύχων, μιγεὶς πόαις ἢ χυλοῖς τισιν· ὁ δὲ παλαιὸς καὶ ξηρὸς <καθ᾽ ἑαυτὸν καὶ> μιγείς τισι<ν> [χυλοῖς ἢ πόαις. ὁ δὲ
παλαιὸς καὶ ξηρὸς καθ᾽ ἑαυτὸν καὶ μιγείς τισιν] [9] ἵστησι κοιλίαν ῥέουσαν, ἅλμῃ δὲ βραχεὶς ὁ πρόσ-
φατος καὶ καταπλασθεὶς παλαιοὺς λειχῆνας ἰᾶται. κόλλα δὲ ἡ γινομένη ἐκ τῆς σεμιδάλε-
ως καὶ γύρεως πρὸς τὴν τῶν βιβλίων κόλλησιν ἁρμόζει ἐπὶ αἱμοπτυικῶν, ὑγροτέρα
καὶ χλιαρὰ καταρροφουμένη κοχλιαρίου πλῆθος.